Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

διὰ τί τῶν ἄλλων ἁψαμένων ἐγὼ μόνος οὐχ ἡψάμην. εἶπον οὖν αὐτῷ, ὅτι δύο ἤδη τούτων ἡμμένων, ἤδη δὲ ἴσως καὶ κατὰ τὴν μετά σου γεγενημένην αὐτοῖς ἀποδημίαν ἐγνωσμένης τῇ πείρᾳ τῆς ἰδιότητος τῶν σφυγμῶν σου, μᾶλλον αὐτοὺς ἐλπίζω διαγινώσκεσθαι τὴν ἐνεστῶσαν ἄρτι διάθεσιν. ὡς δ᾿ εἰπόντος μου ταῦτα καὶ αὐτὸν ἐμὲ κελεύσαντος ἅψασθαι, φανέντος μου τοῦ σφυγμοῦ περὶ τὸ κοινὸν μέτρον ἁπάσης ἡλικίας τε καὶ φύσεως ἀφεστηκέναι τοῦ δηλοῦντος ἀρχὴν ἐπισημασίας, ἀπεφηνάμην εἰσβολὴν μὲν οὐδεμίαν εἶναι πυρετοῦ, θλίβεσθαι δὲ αὐτοῦ τὸν στόμαχον ὑπὸ τῆς εἰλημμένης τροφῆς, φλεγματωθείσης μὲν πρὸ τῆς ἐκκρίσεως, ἐμφαινούσης δ᾿ ἔπαινόν τινα τῆς διαγνώσεως αὐτῇ λέξει τῇδε, τρὶς ἐφεξῆς εἰπὼν αὐτό ἐστιν, αὐτὸ τοῦτο ὃ εἶπες ἔστιν. αἰσθάνομαι γὰρ ὑπὸ ψυχροτέρας τῆς τροφῆς βαρυνόμενος. καὶ ἤρετο τί ποιεῖν χρή. ἐγὼ δ᾿ ἀπεκρινάμην ἅπερ ἔγνων καὶ ἐλέχθη μοι πρὸς αὐτὸν, ὡς, εἰ ἄλλος τις ἦν ὁ διακείμενος οὕτως, ἔδωκα ἂν αὐτῷ, καθάπερ εἴωθα, πιεῖν οἶνον πεπέρεως ἐπιπάσας. ἐφ᾿ ὑμῶν δὲ τῶν βασιλέων, ἀσφαλεστάτοις βοηθήμασιν

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]