Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

εἰωθότων χρῆσθαι τῶν ἰατρῶν, ἀρκεῖ ναρδίνῳ μύρῳ θερμῷ δεύσαντα μαλλὸν ἐρίου, θεῖναι κατὰ τοῦ στόματος τῆς κοιλίας. ὁ δὲ καὶ ἄλλως εἰπὼν ἔθος ἐκείνῳ ὅταν ποτὲ μέμψηται τὸν στόμαχον, ἀνειλημμένον πορφυρέῳ ἐρίῳ τὸ νάρδινον μύρον ἐπιτιθέναι θερμὸν, κελεύσας τε Πειθολάῳ πρᾶξαι τοῦτο καὶ ἡμᾶς ἀπολῦσαι, ἐπιθέντος δ᾿ αὐτοῦ καὶ τῶν ποδῶν ἐκθερμανθέντων ὑπὸ τῶν ἀνατριβόντων θερμαῖς ταῖς χερσὶν, ᾔτησεν οἴνου Σαβίνου καὶ πεπέρεως ἐπιβαλὼν ἔπιε· καὶ εἰπὼν τῷ Πειθολάῳ μετὰ τὸ πιεῖν ὡς ἰατρὸν ἔχων ἕνα καὶ τοῦτον ἐλεύθερον πάνυ διετέλει τε περὶ ἐμοῦ λέγων ἀεὶ, καθάπερ οἶσθα καὶ σὺ, τῶν μὲν ἰατρῶν πρῶτον εἶναι, τῶν δὲ φιλοσόφων μόνον· ἐπεπείρατο γὰρ ἤδη πολλῶν, οὐ μόνον φιλοχρημάτων, ἀλλὰ καὶ φιλονείκων καὶ φιλοδόξων καὶ φθονερῶν καὶ κακοήθων. ὅπερ οὖν ἔφην ἐγὼ, ταύτης τῆς ἐπισκέψεως οὐδεμίαν ἄλλην ἡγοῦμαί μοι γεγονέναι θαυμαστοτέραν. ἐζητημένου γὰρ ἅπασι τοῖς ἄριστα τὴν περὶ τοὺς σφυγμοὺς τέχνην ἀσκήσασιν, ὧν εἷς καὶ Ἀρχιγένης ἐγένετο, τί σημεῖον ἴδιον ἐπισημασίας,

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]