Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

καί τινων μὲν ἐν ἀρχῇ τῆς κατὰ τὴν ἀρτηρίαν συστολῆς εὑρίσκεσθαι φάντων αὐτῶν, τινῶν δὲ μηδόλως αἰσθητὴν εἶναι τὴν συστολὴν, εὐτυχήσας ἐγὼ, τί γὰρ ἂν ἄλλο φαίη τις αἰσθητικωτάτην ἁφὴν τῆς παρὰ μικρὸν ἐν τοῖς σφυγμοῖς διαφορᾶς, ἁμαρτανόντων εἰς τοσοῦτον ἐνίων ἰατρῶν ἐπειράθην, ὡς ἀρχομένους ἐπισημαίνεσθαί τινας εἰς τὸ βαλανεῖον ἐκπέμπειν, ἢ τραφῆναι κελεύειν ἐκώλυσα. διαπαντὸς οὖν ἀκριβῶς ἐμαυτοῦ πεπειραμένος διαγνόντος ἀρχὴν παροξυσμοῦ προπετέστερον μὲν ἴσως, ὅμως δ᾿ ἐτόλμησα βασιλεῖ διατεινάμενος εἰπεῖν, ὅτε πρῶτον ἡψάμην, ἐναντίαν ἀπόφασιν ἦς αὐτός τε καθ᾿ ἑαυτὸν ἐδόξαζε καὶ τῶν ἰατρῶν ἤκουε. τὸ μέντοι κατὰ Κόμμοδον ἔχειν μέν φασί τι μέγιστον, τῇ δ᾿ ἀληθείᾳ πάμπολυ λείπεται τοῦδε.

[Ἐκ τῶν σφυγμῶν διαγινώσκει τὴν φλεγμονὴν τῶν παρισθμίων.] Τῆς παλαίστρας γὰρ ἀπαλλαγέντος αὐτοῦ πρὶν σιτίων, ὥρας ὀγδόης εἰσέβαλε θερμὸς ἱκανῶς πυρετός· ἁψαμένῳ δέ μοι τῶν σφυγμῶν φλεγμαίνειν τι μόριον ἐφαίνετο· καὶ ταῦτα ἀκούσας ὁ Πειθόλαος θαυμάζειν

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]