Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

ἔφησεν, εἰ τῶν παρισθμίων ἡ φλεγμονὴ τὸν σφυγμὸν ἠλλοίωσε τοῦ παιδὸς, οὐδὲν γὰρ ἄλλο μέρος αὐτοῦ φλεγμαίνει· κᾀν τούτῳ διανοίξας αὐτῷ τὸ στόμα κελεύει μοι θεάσασθαι. φανέντων δὲ τόπων τραχέων καὶ λίαν ἐρυθρῶν, οὐ μέντοι μέγαν ὄγκον ἐχούσης τῆς φλεγμονῆς, ἠρόμην τίς ὁ ἀνατρίψας εἴη στοματικῷ φαρμάκῳ σφοδροτέραν τῆς ἁρμοζούσης τῷ παιδὶ στύψιν ἔχοντι. τοῦ δὲ φάντος ἑαυτὸν εἶναι τὸν ἀνατρίψαντα τῷ διὰ μέλιτος καὶ ῥοῦ φαρμάκῳ, μεταβῆναι μὲν ἐπὶ μελίκρατον ἐναφεψημένων ῥόδων ἐκέλευσα καὶ τούτῳ μόνῳ χρῆσθαι διά τε τῆς νυκτὸς καὶ τῆς ἐχομένης ἡμέρας ὅλης πολλάκις ἅμα τῇ μετ᾿ αὐτὴν νυκτὶ, τῇ δὲ τρίτῃ τῶν ἡμερῶν ἕωθεν, ἐπειδὴ τά τε τῆς φλεγμονῆς ἐπέπαυτο τελέως ἀπύρετός τε ἦν μικροῦ δεῖν ὁ παῖς. ἔπεισα δ᾿ οὖν τὸν Πειθόλαον εἰς βαλανεῖον ἐγγὺς ὂν τοῦ κοιτῶνος εἰσαγαγόντα, μεθ᾿ οὖ πολὺ τῷ κατὰ τὴν πύελον ὕδατι χρήσασθαι, διαβρεχομένων μὲν ἁπάντων τῶν ἄλλων μορίων, μόνης δὲ τῆς κεφαλῆς καταντλουμένης δαψιλῶς. τραφέντι αὐτῷ περὶ τρίτην ὥραν ἧκεν Ἀνία Φαυστίνη

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]