Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

συγγενὴς οὖσα τῷ αὐτοκράτορι ἔγγιστα, παραιτουμένη διότι δευτεραῖον αὐτὸ οὐκ εἶδε· χθὲς γὰρ ἔφη μετ᾿ ἄριστον ἐγνωκέναι περὶ τοῦ γενομένου πυρετοῦ· καὶ τούτοις ἔτι προσετίθει δῆλον εἶναι, μέλλοντας ἡμᾶς ὑπερβάλλειν τὴν ὀγδόην, καθ᾿ ἣν εἰσέβαλεν ὁ παροξυσμός. μειδιάσας οὖν ὁ Πειθόλαος, πῶς δὲ οὐ μέλλομεν ἔφη, τὸν Θεσσάλειον ὑπερβάλλειν διάτριτον ; ἀλλὰ Γαληνὸς οὗτος, ἔφη, θεασάμενος ἕωθεν ἰσχνόν τε καὶ ξηρὸν μὴ πυρέξειν ἔφη· καὶ μέντοι καὶ λούειν αὖθις ἑσπέρας ἐπηγγείλατο καὶ δεῖπνον παρέχειν ὁποῖον ὑγιαίνων δειπνεῖ. ταῦτα ἀκούσασα βραχύ τι χρόνου αὐτόθι διατρίψασα ἡ Φαυστίνα, λαβομένη τῆς χειρὸς αὑτῇ συνεξήγαγεν, ἰατρόν τινα τῶν συνηκολουθηκότων αὐτῇ μεθοδικῶν παίζουσα Γαληνὸν, ἔφη, τοῦτον ἴσθι μὴ λόγοις, ἀλλ᾿ ἔργοις ὑμῖν τοῖς μεθοδικοῖς πολεμεῖν. πολλάκις γὰρ ἤδη πολλοὺς τῶν ἀρχομένων πυρέττειν ἔλουσέ τε καὶ ἔδωκεν οἴνου πιεῖν· ἐνίους δὲ καὶ κατὰ τὴν πρώτην, ἐνίους τῇ τρίτῃ τῶν ἡμερῶν ἀπέλυσεν ἐπὶ τὰς συνήθεις πράξεις· ἐν ᾗ πάντες ὑμεῖς ταῖς πρώταις ἡμέραις δύο προασιτῆσαι κελεύσαντες, 

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]