Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

ὑπερβάλλειν τὰς ὑπόπτους ὥρας κατακειμένους φυλάττεσθαι. καὶ νῦν οὖν, ἔφη, τὸ τῆς ἐπιστήμης βέβαιον ἐπιδείκνυται, βασιλικοῦ παιδὸς ἀποδημοῦντος τοῦ πατρὸς ἐν ταῖς πρώταις δύο πυρέξαντος σφοδρῶς, ὡς καὶ ὑμεῖς χθὲς ἠκούσατε, κατὰ τὴν τρίτην ἡμέραν οὐχ ὑπερβάλλειν, ὡς ὑμεῖς ἀξιοῦτε, τὴν ὀγδόην ὥραν ἀναμείνας, ἀλλ᾿ ἤδη λούσας τε καὶ θρέψας· ὅ τε τροφεὺς αὐτῷ Πειθόλαος ἀκριβέστατος ὢν περὶ τὰ τοιαῦτα, ὡς δειλίαν εἶναι τὴν ἀκρίβειαν αὐτοῦ, διὰ τὸ προπειρᾶσθαι τῆς τέχνης τοῦ ἀνδρὸς ἐπείσθη καὶ λοῦσαι καὶ θρέψαι πρὸ τῆς ὑπόπτου. ἡ μὲν τοιαῦτα ἔλεγε διαβαδίζουσα μέχρι τοῦ ὀχήματος· ἐγὼ δὲ μελλούσης αὐτῆς ἐπιβαίνειν αὐτοῦ χωριζόμενος εἶπον· ἐποίησάς με πολὺ μᾶλλον ἢ πρόσθεν ὑπὸ τῶν ἰατρῶν μισεῖσθαι. χωρισθείς τε τῷ Πειθολάῳ διηγούμην αὐτός. καὶ μέντοι καὶ ὅτι διὰ τοὺς τοιούτους ἰατροὺς ἔναγχος ἔγραψα τὰς πραγματείας, μίαν μὲν τὴν περὶ τὰς διαφορὰς τῶν πυρετῶν, ἑτέραν δὲ τὴν περὶ τῶν κρισίμων ἡμερῶν, καὶ τρίτην τὴν περὶ τῶν κρίσεων, ἐπιδεικνὺς ὑφ᾿ Ἱπποκράτους γεγράφθαι τὴν θεωρίαν, ἐφ᾿ ἧς ἄν τις προγινώσκοι τὰ γενησόμενα περὶ

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]