Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

τοῦ πάθους ἐν ἀρχῇ γεγονέναι περὶ δευτέραν, ἢ τρίτην, ἤ πάντως γε τὴν τετάρτην ἡμέραν αὐτήν. εἶτ᾿ ἐπειδὴ μήθ᾿ ἡ ὥρα τοῦ ἔτους, μήθ᾿ ἡλικία τοῦ κάμνοντος, ὥσπερ γε μήθ᾿ ἡ κατὰ τὴν ζωτικὴν δύναμιν ἀσθένεια μήθ᾿ ἡ προγεγενημένη δίαιτα τοῦ νοσήματος ἀντεδείκνυτο, πάντα δ᾿ ἀλλήλοις ὡμολόγει τὴν φλεβοτομίαν ἐνδεικνύμενα, συνεβούλευσαν οἱ ἰατροὶ τέμνειν τὴν φλέβα, προσηκόντως φρονοῦντες. ἐγὼ δὲ περινοήσας ἀκριβῶς ἅπαντα τὰ φαινόμενα, τὰ πρὸς Ἱπποκράτους εἰρημένα τῶν αἱμοῤῥαγήσειν μελλόντων σημεῖα, καλῶς μὲν ἔφην αὐτοὺς ὁρίζειν τὴν ἀφαίρεσιν τοῦ αἵματος, ἔρχεσθαι δὲ ἐπὶ τοῦτο καὶ τὴν φύσιν. ἐπειγομένην ἀποκρῖναι τὸ βαρῦνον αὐτήν· καὶ τοῦτο αὐτίκα μάλα γενήσεσθαι, κᾂν ἡμεῖς μὴ ποιῶμεν. οἱ μὲν οὖν ἰατροὶ ταῦτ᾿ ἀκούσαντες ἐθαύμαζον δῆθεν. ἐξαναστάντος δ᾿ ἐπὶ τῆς κλίνης τοῦ νοσοῦντος, ὡς ἀναπηδῆσαι θέλοντος, ἐρωτηθέντος δὲ, τίνος ἕνεκεν ἀνεπήδησε μηδενὸς φοβεροῦ παρόντος, φάντος δὲ τὸν ἐρυθρὸν ὄφιν ἐξέρποντα

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]