Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

τῆς ὀροφῆς θεασάμενον αὐτὸν δεῖσθαι, μή πως ἀποσφαλεὶς ἐπ᾿ αὐτὸν κατενεχθείη, καὶ διὰ τοῦτο φυγεῖν τὸν τόπον, ἐν ᾧ κατέκειτο. τοῖς μέντοι οὐδέν τι συντελεῖν ἐδόκει τοῦτο πρὸς τὴν μέλλουσαν αἱμοῤῥαγίαν. ἐμοὶ δὲ τά τ᾿ ἄλλα διασκεψαμένῳ πάντα καὶ τὸ κατὰ τὸ δεξιὸν μέρος τῆς ῥινὸς ἄχρι τοῦ μήλου θεασαμένῳ τὴν τέως ἀμυδρὰν ἐρυθρότητα πολὺ δή τι νῦν ἐμφανέστερον γενομένην, ἐπίδοξον ὅσον οὔπω κατὰ τὸν δεξιὸν μυκτῆρα τὸ τῆς αἱμοῤῥαγίας ἔσεσθαι σαφῶς ἐφαίνετο. καί τινι τῶν παρόντων οἰκετῶν τοῦ κάμνοντος ἠρέμα διαλεχθεὶς, ἀγγεῖον ἔχειν ἕτοιμον ὑπὸ τὴν ἐφεστρίδα τῶν ἐπιτηδείων δέξασθαι τὸ αἷμα, κᾄπειτα φθεγξάμενος εἰς ἐπήκοον πάντων ἰατρῶν, ἐὰν βραχύτατον προσμείνωσι, θεάσεσθαι τὸν ἄνθρωπον ἐκ δεξιοῦ μυκτῆρος αἱμοῤῥαγοῦντα. τῶν δὲ γελασάντων ἐν τῷ προειρῆσθαι προσκεῖσθαι κατὰ τὸν λόγον τὸν δεξιὸν μυκτῆρα, καὶ μὴν, ἔφην, ἢ ἀμφότερα δεῖ γενέσθαι, ἢ περὶ θάτερά με σφαλῆναι. ὑπὸ γὰρ τῆς θεωρίας ἀμφότερα τὴν πρόγνωσιν ἔχει, τό θ᾿ αἱμοῤῥαγῆσαι τὸν νοσοῦντα, τό τ᾿ ἐκ δεξιοῦ μυκτῆρος,

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]