Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

ἐφ᾿ ᾦ τεκμήρασθαι προσέχειν ἠξίωσα. θεασάμενος οὖν τὸν νοσοῦντα δάκτυλον ὡς κνίζοντι τῷ μυκτῆρι ἐνερείδοντα, προσέχειν ἠξίωσα τῷ γινομένῳ τὸν κρύπτοντα τὸ ἀγγεῖον, ὅπως, ἐπειδὰν ἴδῃ τὸ αἷμα τοῦ μυκτῆρος ἐκχεόμενον, προσδραμὼν ὑποθῇ τὸ σκεῦος. ἅμα τε οὖν ἔλεγον ταῦτα καὶ τὸν δάκτυλον ᾑμαγμένον ἐξείλκυσεν, ὅ τε οἰκέτης προσδραμὼν ὑπέθηκεν αὐτῷ τὸ ἀγγεῖον, ἐφ᾿ ᾦ μεγίστης κραυγῆς, ὡς οἶσθα, γενομένης οἱ μὲν ἰατροὶ πάντες ἔφυγον, ἐγὼ δ᾿ ἐρομένῳ σοι τὴν θεωρίαν τῆς προγνώσεως ἐδήλωσα πᾶσαν ἐκ τῶν ὑφ᾿ Ἱπποκράτους εἰρημένων δεδιδαγμένος· ἔτι δὲ καὶ τοῦτο προσέθηκα, σφοδρὰν ἔσεσθαι προσδοκᾷν τὴν αἱμοῤῥαγίαν. ἥ τε γὰρ ὁρμὴ τῆς φύσεως ἐστὶν ἰσχυρὰ καὶ ἡ νόσος ἄπεπτος· εἰώθασι δὲ τοῖς τοιούτοις αἰτίοις ἄμετροι κενώσεις γίγνεσθαι. διὸ καὶ παραμεῖναι ὀλίγον χρόνον τῷ κάμνοντι κάλλιον εἶναι νομίσας ἔπεμψα τὸν ἀκόλουθόν μου παῖδα κομίσαντα σικυίαν μεγάλην ἀφανῶς τοῖς πολλοῖς· ἐν τάχει τε αἵματος πολλοῦ κατὰ τὸ ἀγγεῖον ἀθροισθέντος ἕτερον αἰτήσας δεξάμενος τὸ αἷμα καὶ τὸν σταθμὸν a

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]