Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

ἰδὼν τοῦ κενουμένου λιτρῶν ὄντα δ΄. καὶ ἡμισείας ἀνάῤῥοπον τε τὸν κάμνοντα σχηματίσας καὶ ψυχρὸν ὀξύκρατον ἀναῤῥοφεῖν τῷ μυκτῆρι κελεύσας, ἐπιθείς τε τῷ μετώπῳ σπόγγον ἐκ ψυχροῦ βεβρεγμένον μελικράτου καὶ τὰ κῶλα διαδήσας, ὡς οὐδὲν ὅλως ἤνυσε ταῦτα, τὴν σικυίαν κατὰ τὸ δεξιὸν ὑποχόνδριον ὑποβαλὼν εὐθέως ἔστησα τὴν αἱμοῤῥαγίαν· ὅπερ ὅτι καὶ αὐτὸ τῆς Ἱπποκράτους ἐστὶ τέχνης, ἐδήλωσά σοι· καί μοι διὰ τοῦτο καὶ ταῦτα καὶ τἄλλα πάνθ᾿ ὅσα διὰ τῶν ἔργων ἐπεδειξάμην ἐγράφη. καὶ γὰρ ῥῖγος ἐσόμενον ὅπως χρὴ προγινώσκειν ἔγραψα, καὶ διάῤῥοιαν γαστρὸς, ἔμετόν τε καὶ πλῆθος οὔρων ἀμέτρων ἢ ἐπίσχεσιν, ἱδρῶτάς τε καὶ παρωτίδας ἐσομένας, ἀποσκήμματά τε παραφροσύνην τε καὶ παραφορὰν, ἅπαντά τ᾿ ἄλλα συμπτώματα. τινὰ δὲ, ὡς ἔφην καὶ πρόσθεν, ὁ προμαθεὶς ταῦτα προσεπιλογίζεται πρὸς ἑαυτοῦ, καθάπερ ἐπὶ τοῦ Βοηθοῦ παιδὸς προσεπελογισάμην ἐγὼ, ἐπί τε τῆς ἐρώσης καὶ τοῦ διὰ φόβου ἀθυμοῦντος.

[Διάγνωσις τοῦ διαλιπόντος μὲν, ἀλλά γε κατὰ φύσιν σφυγμοῦ.] Ἔναγχος, ὡς οἶσθα, καὶ τοιόνδε τι

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]