Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

προειπόντος μου, τοὺς πολλοὺς ἐξέπλησσεν ἡ πρόγνωσις. οἰκονόμος γάρ τις, ἅπαντα διοικῶν ὀρθῶς τὰ τοῦ δεσπότου καὶ διὰ τοῦτο τιμώμενος, ἑτέρων αὐτὸν ἰατρῶν ἰωμένων, ἐκρίθη μὲν ἑβδομαῖος ἱδρῶτι, τῇ δ᾿ ὑστεραίᾳ διαλείποντα τὸν σφυγμὸν εὑρόντες αὐτοῦ κακοήθη διάθεσιν ἐν τῷ σώματι φωλεύειν ἔδοξαν, σφαλέντες μεγάλως. εἶτα τῆς οἰκίας ἐξελθόντος ἅμα τῷ δεσπότῃ τοῦ νεανίσκου, κατὰ τύχην ἀπήντησάν μοι, διηγησάμενοι τὰ προγεγονότα καὶ τὰ παρόντα συμπτώματα, τί ποτε σημαίνει τὸ κατὰ τὸν σφυγμὸν ἀλόγως γεγονὸς, ἐδέοντο μαθεῖν. κᾀγὼ πυθόμενος πλησίον εἶναι τὴν οἰκίαν, ἐν ᾗ κατέκειτο, συνῆλθον αὐτοῖς ἁψάμενος τὸν σφυγμὸν τοῦ νεανίσκου. κατὰ γὰρ αὐτὴν τὴν αἰσθητικὴν διάθεσιν, εἶπόν σοι, πολλάκις οὐκ ὀλίγα σφάλλονται καὶ τῶν ἀξιολόγων ἰατρῶν ἔνιοι, μέγαν ἡγούμενοι τὸν οὐ μέγαν σφυγμὸν, ὥσπερ γε ἐνίοτε καὶ ταχὺν τὸν οὐ ταχὺν, ἢ βραδὺν τὸν μὴ βραδύν. ὡσαύτως δὲ περὶ τὴν τῶν ἀμυδρῶν τε καὶ σφοδρῶν καὶ σκληρῶν καὶ μαλακῶν σφυγμῶν διάγνωσιν σφάλλονται, καὶ μᾶλλον ἔτι περὶ τὴν τῶν

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]