Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

ἀτάκτων τε καὶ τεταγμένων, ὁμαλῶν τε καὶ ἀνωμάλων, ἐν ἀθροίσματί τε καὶ κατὰ μίαν διαστολὴν, δι᾿ οὓς κᾀγὼ τέτταρα περὶ τῆς διαγνώσεως τῶν σφυγμῶν ἔγραψα βιβλία, προηγούμενα τεττάρων ἑτέρων, ἃ περὶ τῶν ἐν σφυγμοῖς αἰτιῶν ἐπιγέγραπται. δεῖται γὰρ ἀμφοτέρᾳ τῶν πραγματειῶν ἡ περὶ τῆς διὰ τῶν σφυγμῶν προγνώσεως, ἐν τέτρασί τε καὶ αὐτὴ γεγραμμένη βιβλίοις, δι᾿ ἣν καὶ αἱ προειρημέναι δύο τυγχάνουσιν οὖσαι. χρησιμωτάτης δὲ τῆς καθ᾿ ἕνα σφυγμὸν ἀνωμαλίας οὔσης, γυμνασίας ἰσχυροτέρας δεομένης εἰς διάγνωσιν, ὡς ἐπιδέδεικται, ὡς ἂν πολλὰς ἐχούσης διαφοράς. ὅταν ὁ σφυγμὸς ὅ τε κατὰ μίαν ἐνέργειαν ὅ τε κατὰ πλείους ἐφεξῆς ἀλλήλων μηδὲν ἔχῃ παρὰ φύσιν ἄλλο, πλὴν τοῦτο μόνον, ὃ κατὰ διάλειψιν γίνεται. γινώσκειν οὖν χρὴ τὸ τοιοῦτον ἐκ γενετῆς εἶναι σύμπτωμα, διαγινώσκεσθαι δὲ χαλεπώτατόν ἐστιν, μᾶλλον δ᾿ ἀδύνατον ἄνευ τῶν πασῶν τῶν κατὰ τοὺς σφυγμοὺς διαφορῶν ἀκριβῶς αἰσθάνεσθαι. θεασάμενος οὖν τὸν ἄνθρωπον οὕτως ἔχοντα, συνεβούλευσά

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]