Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

τε τοῖς ἰατροῖς ἀναληπτικῶς ἄγειν αὐτὸν ἀσφαλῶς κεκριμένον, εἶθ᾿ ὅταν προέρχηται ἤδη καὶ τὰ συνήθη πράττῃ, τότε τῶν σφυγμῶν ἁψάμενος αὐτοῦ διαλιπόντας εὑρήσειν ἔφην, ὡς καὶ νῦν. τοῦτο γὰρ αὐτῷ φύσει συμβεβηκέναι, οὐκ ἐξ ὑποπιπτούσης αἰτίας τινὸς νοσώδους. ἐκ μὲν οὖν τοῦ παραχρῆμα τὸ ῥηθὲν αὐτοῖς ἄπιστον ἐφαίνετο· κατὰ δὲ τὸν ἑξῆς λόγον ἅπαντα διαλιπόντα μίαν πληγὴν τὸν σφυγμὸν εὑρίσκεσθαι ἄλλοτε κατ᾿ ἄλλον ἀριθμόν. ὕστερον δέ ποτε προσελθόντες μοι παρεκάλουν ἀκοῦσαί μου, διὰ τίνος σημείου τὴν φύσιν ἐγνώρισα τοῦ νεανίσκου τοιαύτην οὖσαν. ἀπεκρινάμην οὖν αὐτοῖς, ὅπερ ἤκουσά ποτε εἰπεῖν Ἰσοκράτην τὸν ῥήτορα τινὶ τῶν ἑταίρων πυνθανομένῳ περὶ τριῶν ἐτῶν ἀσκήσεως, εἰ δυνήσεται καὶ ἀσκήσας ἐν τοσούτῳ χρόνῳ ἕκαστον τῶν προβαλλομένων εἰπεῖν, ὡς ἑώρα λέγοντα τὸν Ἰσοκράτην, φασὶ γὰρ ἀποκρίνασθαι τῷ μειρακίῳ τὸν ἄνδρα· σὲ μὲν ἂν, ὦ παῖ, συνηυξάμην κᾂν ἐν ἡμέρᾳ μιᾷ δύνασθαι μαθεῖν ὅπερ πυνθάνῃ· αὐτὸς δ᾿ ἂν ἐμοὶ τοῦ κατὰ γνώμην ἀφυΐαν, ἔτεσι πολλοῖς ἀσκήσας αὐτόν.

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]