Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

ὥστε θᾶττον ἀπαλλαγῆναι τῆς πανουργίας τῶν μοχθηρῶν τούτων ἀνθρώπων. ἀλλ᾿ οὔτε γινώσκουσιν, ὁ Εὔδημος ἔφη, δεδογμένον σοι τοῦτο· καὶ εἰ γνῶσιν, ὥσπερ αὐτοὶ ψεύδονται, πάντες σε νομιοῦσιν ὁμοίως αὐτοῖς ψεύδεσθαι. καὶ ὥσπερ αὐτοὶ τῶν ἀπόρων τε καὶ ἀπαιδεύτων ὄντες ἐν ταῖς πατρίσιν οὐ δύνανται διαμένειν, διὰ τὸ γινώσκεσθαι τἄλλα ὅσα προείρηκα πανουργοῦντες μαθεῖν, εἰς τήνδε τὴν πόλιν ἧκον, οὕτω καὶ τοὺς ἄλλους οἴονται παραγεγονότας εἰς αὐτὴν καὶ οὐκ ἂν ἐθελῆσαι πρὶν ἀθροίσουσιν ἀργύριον ἀπαλλαγῆναι. κᾂν ἀκούσωσιν ὑπὸ τῶν πολιτῶν σου τὸ γένος καὶ τὴν κτῆσιν, ὡς οὐκ ἐκ τῶν ἀπόρων εἴης, κατεσκευάσθαι πάντως ὑπὸ σοῦ φήσουσιν, ἕνεκα τῆς τῶν ἀκουσόντων ἀπάτης· ἃ γὰρ αὐτοὶ πεπράχοιεν, περὶ πάντων ὑπονοοῦσιν. εἰπόντος οὖν Εὐδήμου ταῦτα καὶ τοιαῦθ᾿ ἕτερα καὶ προσθέντος ὡς εἰ μὴ ταῖς πανουργίαις ἡμᾶς βλάψαι δυνηθεῖεν, ἐπὶ τὴν διὰ τῶν φαρμάκων ἐπιβουλὴν ἔρχονται· καὶ φάντος γε ἐν τῇ διηγήσει νεανίσκον τινὰ πρὸ ἐτῶν ὡς δέκα παραγενόμενον εἰς τὴν πόλιν, ἐπιδεικνύντα τε δι᾿ 

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]