De Praenotione ad Epigenem (On Prognosis)
Kühn 1827
αὐτοῦ κατά τε τὸν χρόνον ἐκεῖνον ἔτι δὲ πρότερον ὡς
ἀνατομικωτάτῳ δόξα μεγάλη παρὰ τοῖς ἰατροῖς νεανίσκοις
ἦν. ἐσπουδάζετο δὲ δύο βιβλία τῶν ὑπ᾿ αὐτοῦ γεγραμμένων
ἀνατομῶν. ἀνιαθεὶς δὲ καὶ αὐτὸς ἐφ᾿ οἷς Εὔδημος οὐ μόνον
ἐπαινεῖσθαι χρῆναί με πρὸς ἅπαντα δικαίως, ἀλλὰ καὶ θαυμάζεσθαι
δεῖν ἔφασκεν, οὐκ ἐξ ἰατρικῆς τὰς προῤῥήσεις,
ἀλλ᾿ ἐκ μαντικῆς γίνεσθαι ταύτας ὑπ᾿ ἐμοῦ διέβαλε. καὶ τήν
γε μαντικὴν ἥντινα λέγοι ἂν πυνθανομένων τινῶν, ἐνίοτε
μὲν οἰωνιστικὴν ἔφασκεν, ἐνίοτε δὲ θυτικὴν, ἔστι δ᾿ ὅτε
συμβολικὴν, ἢ μαθηματικήν. ὕστατον δέ τι παρὰ τῷ Εὐδήμῳ
τοιοῦτον ἐγένετο, τοῦ τρίτου τῶν τεταρταίων τῆς
ἡμέρας ἐνστάσεις, ἐν ᾖ τελείαν ἀπαλλαγὴν αὐτῷ προειρήκειν
ἔσεσθαι. παραγενόμενος ὁ Μαρτιανὸς πρὸς τὸν Εὔδημον
ὥρας ἐνάτης, οὐ σμικρῷ σφοδρότερον, ἀλλὰ καὶ πάνυ
πολλῷ τοῦ προγεγενημένου παροξυσμοῦ τὸν νῦν ὄντα φήσας
ὑπάρχειν, ἐχωρίσθη παραχρῆμα φαιδρῷ τῷ προσώπῳ, φανερῶς
ἐνδεικνύμενος ἐπιχαίρειν, ὡς ἀποτετευγμένης τῆς
προῤῥήσεως. αἰσθανόμενος δὲ ὁ Εὔδημος εὐφορίας ὁποίας
Work
Title: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 599-673
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_095.xml [148 Kb]