De Praenotione ad Epigenem (On Prognosis)
Kühn 1827
οὔπω πρότερον ᾔσθετο, καὶ μέντοι καὶ θαῤῥῶν, ὡς οὐ σφαλησομένῳ
μοι κατὰ τὴν πρόῤῥησιν, ἀναμείνας ἀφικέσθαι
τινα καὶ ἄλλον ἰατρόν· ἀφικομένου δὲ οὐχ ἑνὸς μόνον, ἀλλὰ
καὶ δυοῖν καὶ τριῶν (ἐπετήρουν γὰρ ἅπαντες ὅπως ἀποβῇ
τὰ κατὰ τὴν πρόῤῥησιν, εὐχόμενοι κᾂν ἐπί γε τοῦ τρίτου
τῶν τεταρταίων ἀτυχῆσαί με τῆς τε προῤῥήσεως καὶ τῆς
ἀπ᾿ αὐτοῦ θεραπείας) ὁ μὲν Εὔδημος ἠξίωσε κᾀκείνους ἀποφήνασθαι
πῶς ἔχειν αὐτοῖς τὰ κατ᾿ αὐτὸν δοκοίη, τὴν δ᾿
αὐτὴν ἀπόκρισιν ἀκούσας, ἣν ὁ Μαρτιανὸς πεποίηται, καὶ
προσχὼν ὁμοίως κᾀκείνοις, ὡς Μαρτιανῷ, φαιδροτέροις γεγονόσιν,
ἐνόησε μὲν καὶ αὐτὸς ἐπιχαίρειν αὐτοὺς, ὡς ἀποτετευγμένης
τῆς προῤῥήσεώς τε καὶ θεραπείας. ἐπεὶ δ᾿ ἐχρόνιζον
ἐγὼ παρὰ τὸ ἔθος ἐν ἐπισκέψει τινι κατεχόμενος,
ἔπεμπε συνεχῶς πρός με πλησίον οἰκοῦντα, καθάπερ ἔφην,
ἐπικριθῆναι τὴν εὐφορίαν ἣν εἶχεν ὑπ᾿ ἐμοῦ βουλόμενος.
ὡς δ᾿ οὖν ἀφικόμην, οὐδὲ καθίσαι με περιμείνας
ἐξέτεινε τὴν χεῖρα, κελεύων ἅψασθαι τῶν σφυγμῶν. ἁψαμένου
δὲ μετὰ σπουδῆς ἐπυνθάνετο τί ποτε ἀγγέλλοιμι.
Work
Title: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 599-673
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_095.xml [148 Kb]