De Praenotione ad Epigenem (On Prognosis)
Kühn 1827
αὐτῶν καὶ πορευθεὶς τὸ μὲν πρότερον ἤκουσα τῆς παραμενούσης
οἰκέτιδος ὡς ἀδύνατον αὐτὴν ἄρτι θεάσασθαι·
δεύτερον δ᾿ ἐπανελθὼν ὡς ἤκουσα πάλιν ταὐτὸ, τρίτον
πάλιν ἧκον. εἰπούσης δέ μου τῆς θεραπαίνης ἀπαλλάττεσθαι,
μὴ βούλεσθαι γὰρ ἐνοχλεῖσθαι τὴν γυναῖκα, καὶ
γνοὺς αὐτὴν ἐμοῦ χωρισθέντος λελουμένην τε καὶ τὰ συνήθως
προσενεγκαμένην , ἧκον τῇ ὑστεραίᾳ καὶ μόνος
διαλεχθεὶς τῇ θεραπαίνῃ πολυειδῶς, ἔγνων σαφῶς τίνι λύπῃ
τειρομένην, ἣν ἐξεῦρον κατὰ τύχην, ὁποίαν οἶμαι καὶ Ἐρασιστράτῳ
γενέσθαι, προεγνωσμένου γάρ μοι τοῦ μηδὲν εἶναι
κατὰ τὸ σῶμα πάθος, ἀλλὰ ἀπὸ ψυχικῆς τινος ἀηδίας ἐνοχλεῖσθαι
τὴν γυναῖκα, συνέβη κατὰ τὸν αὐτὸν καιρὸν ὃν
ἐσκόπουν αὐτὴν βεβαιωθῆναι τοῦτο, παραγενομένου τινὸς
ἐκ τοῦ θεάτρου καὶ φάντος ὀρχούμενον ἑορακέναι Πυλάδην·
ἠλλάγη γὰρ αὐτῆς καὶ τὸ βλέμμα καὶ τὸ χρῶμα τοῦ
προσώπου, κᾀγὼ θεασάμενος τοῦτο, τῷ καρπῷ τῆς γυναικὸς
ἐπιβαλὼν τὴν χεῖρα, τὸν σφυγμὸν εὗρον ἀνώμαλον
ἐξαίφνης πολυειδῶς γενόμενον, ὅστις δηλοῖ τὴν ψυχὴν τεθορυβῆσθαι·
ὁ αὐτὸς οὖν καὶ τοῖς ἀγωνιῶσι περί τι πρᾶγμα
Work
Title: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 599-673
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_095.xml [148 Kb]