De Praenotione ad Epigenem (On Prognosis)
Kühn 1827
καὶ μετ᾿ αὐτὸ ἔχριόν τε τῷ μέλιτι καθ᾿ ἑκάστην ἡμέραν,
ἀνέτριβόν τε τὸ σῶμα τὰ μὲν πρῶτα διὰ σινδόνων
μαλακωτάτων, εἶτα διὰ σκληροτάτων· ἐδίδουν τε κρέα τῶν
ὀρείων ὀρνίθων, ἰχθύων δὲ πετραίων. ὡς δὲ διὰ τούτων
ἡμέραις πεντεκαίδεκα τῆς θεραπείας γινομένης οὐδὲν ὅλως
ἐφάνη τοῦ πάθους γνώρισμα, γνοὺς ὁ Βοηθὸς μεῖζον ἢ
κατὰ τὴν ὑπόσχεσιν εἰργασμένον με, τελέως ἐκθεραπεῦσαι
τὴν διάθεσιν ἐδεῖτο, ὑποθήκας τε δοῦναι πρὸς τὸν λοιπὸν
χρόνον, ὅπως μηκέθ᾿ ὁμοίως νοσήσειε. ἐπεὶ δὲ πληρωθέντος
τοῦ μηνὸς εὔχρους τε ἦν ἀκριβῶς, ὡς μηδὲν ἀποδεῖν ἀκριβῶς
τῆς κατὰ φύσιν ἕξεως, οὐδὲν δὲ τοῦ ῥεύματος ἐπεφάνη,
τετρακοσίους μὲν ἔπεμψέ μοι χρυσοῦς, ηὔξησέ τε τὸν
φθόνον τούτων τῶν γενναίων ἰατρῶν ἐφ᾿ οἷς ἐτύγχανεν
ἐπαινῶν με. καὶ μέντοι καὶ αὐτὸς ἕτοιμος ἦν, ὥσπερ ὅ τε
Σεβῆρος, τὸ μηνῦσαι τὰ κατ᾿ ἐμὲ τῷ τε κατὰ τὴν τῶν Ῥωμαίων
πόλιν ὄντι Μάρκῳ Αὐρηλίῳ Ἀντωνίνῳ αὐτοκράτορι.
Λεύκιος γὰρ ἀπεδήμει τῆς πόλεως ἕνεκα τοῦ Παρθικοῦ πολέμου
γενηθέντος ὑπὸ Βολογέσου.
Work
Title: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 599-673
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_095.xml [148 Kb]