Digital Corpus for Graeco-Arabic Studies

Galen: De Praenotione ad Epigenem (On Prognosis)

Kühn 1827

χειμῶνος ἐν Ἀκυληΐᾳ διατρῖψαι, παρεσκευακότες τε καὶ συγκροτοῦντες τὸ στράτευμα πέμπουσιν ὡς ἐμὲ κελεύοντες ἥκειν ὡς αὐτούς. ἀλλὰ τοῦ Λευκίου κατὰ μέσον τοῦ χειμῶνος μεταστάντος εἰς θεοὺς ὁ ἀδελφὸς αὐτοῦ κομίσας εἰς Ῥώμην τὸ σῶμα καὶ ποιήσας ἀμφ᾿ αὐτῷ τὰ νομιζόμενα, τῆς ἐπὶ τοὺς Γερμανοὺς ὁδοιπορίας εἴχετο κελεύων ἕπεσθαι κᾀμέ. χρηστὸν δ᾿ ὄντα καὶ φιλάνθρωπον αὐτὸν ἐδυνήθην, ὡς οἶσθα, πεῖσαι καταλιπεῖν ἐν τῇ Ῥώμῃ με· καὶ γὰρ διὰ ταχέων ἐπανήξειν. παντὶ δ᾿ οὖν τῷ τῆς ἀποδημίας αὐτοῦ χρόνῳ μεμνημένος τῆς συνήθους κακοηθείας τῶν κατὰ τὴν πόλιν ἰατρῶν τε καὶ φιλοσόφων ἔγνων ἀναχωρεῖν αὐτῆς ἄλλοτε εἰς ἄλλο χωρίον, ἐν ᾧπερ ἂν ὁ υἱὸς αὐτοῦ Κόμμοδος, ὑπὸ Πειθολάῳ τρεφόμενος ἐντολὰς ἔχοντι παρ᾿ αὐτοῦ τοῦ αὐτοκράτορος Ἀντωνίνου, καλεῖν πρὸς τὴν ἐπιμέλειαν ἐπὶ παιδὸς, εἰ νοσήσειέ ποτε. παρὰ προσδοκίαν δ᾿ αὐτοῦ χρονίσαντος ἐν τῷ Γερμανικῷ πολέμῳ, παντὶ τούτῳ τῷ χρόνῳ πολλὰς πραγματείας ἔγραψα φιλοσόφους τε καὶ ἰατρικὰς, ἃς ὑποστρέψαντος τοῦ βασιλέως εἰς τὴν Ῥώμην αἰτήσασι τοῖς φίλοις ἔδωκα, παρὰ μόνοις ἐκείνοις ἐλπίσας

Work

Title: Galen: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 14

Pages: 599-673

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_095.xml [148 Kb]