De Praenotione ad Epigenem (On Prognosis)
Kühn 1827
συγγενὴς οὖσα τῷ αὐτοκράτορι ἔγγιστα, παραιτουμένη διότι
δευτεραῖον αὐτὸ οὐκ εἶδε· χθὲς γὰρ ἔφη μετ᾿ ἄριστον ἐγνωκέναι
περὶ τοῦ γενομένου πυρετοῦ· καὶ τούτοις ἔτι προσετίθει
δῆλον εἶναι, μέλλοντας ἡμᾶς ὑπερβάλλειν τὴν ὀγδόην,
καθ᾿ ἣν εἰσέβαλεν ὁ παροξυσμός. μειδιάσας οὖν ὁ Πειθόλαος,
πῶς δὲ οὐ μέλλομεν ἔφη, τὸν Θεσσάλειον ὑπερβάλλειν
διάτριτον ; ἀλλὰ Γαληνὸς οὗτος, ἔφη, θεασάμενος ἕωθεν
ἰσχνόν τε καὶ ξηρὸν μὴ πυρέξειν ἔφη· καὶ μέντοι καὶ
λούειν αὖθις ἑσπέρας ἐπηγγείλατο καὶ δεῖπνον παρέχειν
ὁποῖον ὑγιαίνων δειπνεῖ. ταῦτα ἀκούσασα βραχύ τι χρόνου
αὐτόθι διατρίψασα ἡ Φαυστίνα, λαβομένη τῆς χειρὸς αὑτῇ
συνεξήγαγεν, ἰατρόν τινα τῶν συνηκολουθηκότων αὐτῇ μεθοδικῶν
παίζουσα Γαληνὸν, ἔφη, τοῦτον ἴσθι μὴ λόγοις,
ἀλλ᾿ ἔργοις ὑμῖν τοῖς μεθοδικοῖς πολεμεῖν. πολλάκις γὰρ ἤδη
πολλοὺς τῶν ἀρχομένων πυρέττειν ἔλουσέ τε καὶ ἔδωκεν οἴνου
πιεῖν· ἐνίους δὲ καὶ κατὰ τὴν πρώτην, ἐνίους τῇ τρίτῃ
τῶν ἡμερῶν ἀπέλυσεν ἐπὶ τὰς συνήθεις πράξεις· ἐν ᾗ πάντες
ὑμεῖς ταῖς πρώταις ἡμέραις δύο προασιτῆσαι κελεύσαντες,
Work
Title: De Praenotione ad Epigenem
English: On Prognosis
Original: Περὶ τοῦ προγιγνώσκειν πρὸς Ἐπιγένην
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 14
Pages: 599-673
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_095.xml [148 Kb]