In Hippocratis De Natura Hominis (On Hippocrates' Nature of Man)
Kühn 1828
οὕτω πράττειν, ὅταν κοινὸς ὁ λόγος ἅπασι τοῖς ἀναγνωσομένοις
αὐτὸν ἔσεσθαι μέλλοι. φθάσαντος δ᾿ οὐκ οἶδ᾿ ὅπως
εἰς πολλοὺς ἐκπεσεῖν τοῦ συγγράμματος, οὐκέθ᾿ ἕτερον ἐπ᾿
αὐτῷ ποιεῖν ἔδοξέ μοι, καὶ τὴν ἐξήγησιν τοῦ περὶ φύσιος
ἀνθρώπου βιβλίου διὰ τοῦτ᾿ ἀνεβαλλόμην, ὅτι τὰ συνέχοντα
πάντα διὰ τοῦ προεκδοθέντος ὑπομνήματος, ὃ περὶ τῶν καθ᾿
Ἱπποκράτην στοιχείων ἐπιγέγραπται, σαφῶς ἐδέδεικτο. νῦν
οὖν ἐπειδὴ καὶ αὐτοῦ τοῦ Ἱπποκρατείου συγγράμματος ἐξήγησιν
οὐ μόνον τῶν ἀναγκαίων εἰς τὸ δόγμα λέξεων, ὡς
ἐν ἐκείνῳ πρότερον ἐπεποιήμην, ἀλλ᾿ ἁπασῶν ἐφεξῆς, ἐδεήθησαν
οἱ ἑταῖροι παρ᾿ ἐμοῦ λαβεῖν, ἀρχόμενος τῆς ἐξηγήσεως
ἐκεῖνα λέξω πρότερον, ὅσα παρέλιπον εἰπεῖν ἐν ἀρχῇ
τοῦ περὶ τῶν καθ᾿ Ἱπποκράτην στοιχείων, ἐπειδὴ γινώσκειν
αὐτὰ τὸν ἑταῖρον ἐπιστάμην. ἓν μὲν δὴ καὶ πρῶτόν
ἐστιν εἰπεῖν, ὅ τί ποτε σημαίνεται πρὸς τοῦ τῆς φύσεως
ὀνόματος, ἀφ᾿ οὗ καὶ τῶν παλαιῶν φιλοσόφων ἔνιοι
παρονομασθέντες ἐκλήθησαν φυσικοί. γενήσεται δ᾿ ἡμῖν
ὧν ἕνεκεν λέγω τοῦτο δῆλον ἀναγνοῦσι τὰ περὶ φύσεως αὐτοῖς
Work
Title: In Hippocratis De Natura Hominis
English: On Hippocrates' Nature of Man
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τῆς τοῦ ἀνθρώπου φύσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 1-173
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_097.xml [311 Kb]