Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Natura Hominis (On Hippocrates' Nature of Man)

Kühn 1828

γεγραμμένα βιβλία. φαίνεται γὰρ ἐξηγούμενα τὴν πρώτην οὐσίαν ὁποία τίς ἐστιν, ἣν ἀγέννητόν τε καὶ ἀΐδιον εἶναί φασιν, ὑποβεβλημένην ἅπασι τοῖς γεννητοῖς καὶ φθαρτοῖς σώμασι, τά θ᾿ ὑπάρχοντα κατὰ τὸν ἴδιον λόγον ἑκάστῳ τῶν γεννωμένων τε καὶ φθειρομένων, οἷς γνωσθεῖσιν ἕπεται καὶ ἡ τῶν ἄλλων γνῶσις, ὅσα μὴ κατὰ τὸν ἴδιον λόγον ἑκάστῃ τῶν κατὰ μέρος οὐσιῶν συμβαίνει. τελεία μὲν οὖν διδασκαλία τῆς ἑκάστου τῶν ὄντων φύσεως οὕτω γίγνεται· κᾂν ἓν δή τις ἢ δύο τῶν ὑπαρχόντων τινὶ διέρχηται καὶ οὕτως εἰθισμένοι λέγειν εἰσὶν οἱ ἄνθρωποι, ἐν ᾧ περὶ τῆς τοῦ πράγματος φύσεως ἀποφαίνεσθαί τι, καθάπερ καὶ ὁ ποιητής. προειπὼν γὰρ

Ὣς ἄρα φωνήσας πόρε φάρμακον Ἀργειφόντης
Ἐκ γαίης ἀνελὼν, καί μοι φύσιν αὐτοῦ ἔδειξεν.

ἐφεξῆς φησιν

Ῥίζην μὲν μέλαν ἔσχε, γάλακτι δὲ ἴκελον ἄνθος.

οὕτω δὲ καὶ οἱ περὶ τῶν βοτανῶν γράψαντες ἢ ὅλως περὶ

Work

Title: Galen: In Hippocratis De Natura Hominis
English: On Hippocrates' Nature of Man
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τῆς τοῦ ἀνθρώπου φύσεως

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 1-173

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_097.xml [311 Kb]