Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Natura Hominis (On Hippocrates' Nature of Man)

Kühn 1828

ταῦτα ποιήσει πάντα σοι πᾶσαν ἡμέρην τε καὶ νύκτα καὶ χειμῶνός τε καὶ θέρεος, μέχρις ἂν δυνατὸς ᾖ τὸ πνεῦμα ἕλκειν ἐς ἑωυτὸν καὶ πάλιν μεθιέναι, δυνατὸς δὲ ἔσται, ἔστ᾿ ἄν τινος τουτέων στερηθῇ τῶν ξυγγεγονότων· ξυγγέγονε δὲ ταῦτα τὰ εἰρημένα. πῶς γὰρ οὐ ξυγγέγονε; πρῶτον μὲν γὰρ φανερῶς ἐστιν ὁ ἄνθρωπος ἔχων ἐν ἑωυτῷ ταῦτα πάντα αἰεὶ, ἕως ἂν ζῇ, ἔπειτα δὲ γέγονεν ἐξ ἀνθρώπου ταῦτα πάντα ἔχοντος, ἔπειτα τέθραπται ἐν ἀνθρώπῳ ταῦτα πάντα ἔχοντι, ὁκόσα ἔγωγε νῦν φημί τε καὶ ἀποδείκνυμι.

Ἐν μὲν τῇ προτέρᾳ ῥήσει δέδεικται πρὸς αὐτοῦ σαφῶς τε ἅμα καὶ ἀληθῶς, ὡς ἔχει ἄνθρωπος ἐν ἑαυτῷ πάντα, χολὰς καὶ φλέγμα καὶ αἷμα· κατὰ δὲ τὴν προκειμένην οὐ τοῦτο μόνον ἐπιδεικνύει, ἀλλ᾿ ὅτι καὶ κατὰ φύσιν ἐστὶν, οὐ, καθάπερ ἔνιοί φασιν, ἓν ἐξ αὐτῶν. αἱ μὲν οὖν ἄλλαι δόξαι τῶν ἕνα λεγόντων εἶναι κατὰ φύσιν ἐν τῷ σώματι χυμὸν εὐέλεγκτοι· ἡ δὲ τῶν τὸ αἷμα φασκόντων

Work

Title: Galen: In Hippocratis De Natura Hominis
English: On Hippocrates' Nature of Man
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τῆς τοῦ ἀνθρώπου φύσεως

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 1-173

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_097.xml [311 Kb]