In Hippocratis De Natura Hominis (On Hippocrates' Nature of Man)
Kühn 1828
μαθηταῖς, ὧν εἴ τινος ἦν τὸ βιβλίον, ἐπεγέγραπτο
ἂν τοῦ γράψαντος αὐτὸ τοὔνομα. πρὶν γὰρ τοὺς ἐν Ἀλεξανδρείᾳ
τε καὶ Περγάμῳ γενέσθαι βασιλεῖς, ἐπὶ κτήσει παλαιῶν
βιβλίων φιλοτιμηθέντας, οὐδέπω ψευδῶς ἐπεγέγραπτο
σύγγραμμα. λαμβάνειν δ᾿ ἀρξαμένων μισθῶν τῶν κομιζόντων
αὐτοῖς συγγράμματα παλαιοῦ τινος ἀνδρὸς, οὕτως ἤδη
πολλὰ ψευδῶς ἐπιγράφοντες ἐκόμιζον. ἀλλ᾿ οὗτοι μὲν οἱ
βασιλεῖς μετὰ τὸν Ἀλεξάνδρου γεγόνασι θάνατον. ὁ δὲ
Πλάτων ἀνωτέρω τῆς Ἀλεξάνδρου βασιλείας ἐγεγράφει ταῦτα
μηδέπω πεπανουργευμένων τῶν ἐπιγραφῶν, ἀλλ᾿ ἑκάστου
βιβλίου τὸν ἴδιον γραφέα διὰ τοῦ προγράμματος δηλοῦντος.
Πλάτων μὲν οὖν ὁμολογεῖ κατὰ τὴν Ἱπποκράτους μέθοδον
ἐπισκοπεῖσθαι περὶ ψυχῆς φύσεως, ὡς ἐκεῖνος περὶ σώματος,
ἀδύνατόν τέ φησιν ἄλλως τοῦτο γενέσθαι πρὸ τοῦ
γνῶναι τὴν φύσιν τοῦ παντός. ἔνιοι δὲ τοσοῦτον ἡμαρτήκα-
σιν, ὡς τὴν οὕτω θαυμαστὴν μέθοδον ἄλλου τινὸς
εἶναι νοεῖν, τῷ μήδ᾿ ἀποκνῆσαι γράψαι τὸν εὑρόντα πρῶτον
Work
Title: In Hippocratis De Natura Hominis
English: On Hippocrates' Nature of Man
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τῆς τοῦ ἀνθρώπου φύσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 1-173
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_097.xml [311 Kb]