In Hippocratis De Natura Hominis (On Hippocrates' Nature of Man)
Kühn 1828
οὐ γὰρ ἀποδείξεως ἡ κρίσις, ἀλλ᾿ αἰσθήσεως δεῖται. μέχρι
δ᾿ ἂν οἱ διαφωνοῦντες ἐν τοῖς ἰδίοις χαρτίοις γράφωσιν
ἅπερ ἂν ἐθέλωσιν, ἄδηλός ἐστιν ἡ ἀλήθεια τοῖς ἀπείροις
ἀνατομῆς. εἰς τοιαύτην γοῦν ἀφιγμένοι διαφωνίαν ἡμεῖς
ἐν τῷ παρόντι λόγῳ πρὸς τοὺς τολμήσαντας εἰπεῖν ἀπὸ
τῆς κεφαλῆς εἰς τὸ σῶμα τέτταρα ζεύγη φλεβῶν κατιέναι,
τοῖς ἀγνοοῦσι τὰ κατὰ τὰς ἀνατομὰς οὐδεμίαν δυνάμεθα
διὰ τῆς γραφῆς ἰσχυρὰν εἰπεῖν ἀπόδειξιν, ὅτι μηδὲ λογικῆς
ὅλως ἀποδείξεως, ἀλλ᾿ αἰσθήσεως μόνης ἐπιστημονικῆς ἡ
κρίσις δεῖται. εἰ δὲ μή τις ἄρα τὰ περὶ κρίσεως ἱστορίας
γεγραμμένα καὶ ἄλλοις μέν τισιν ἰατροῖς τε καὶ φιλοσόφοις,
οὐχ ἥκιστα δὲ τοῖς ἐμπειρικοῖς, ἐθέλοι προχειριζόμενος κατὰ
ταῦτα ποιεῖσθαι τὴν κρίσιν. ἐγὼ μὲν γὰρ οὐ φεύγω τὰ
παλαιὰ κριτήρια καὶ τὴν συμφωνίαν τῶν ἱστορησάντων,
καὶ μάλιστα ἂν ἔμπειρος τῆς ἱστορουμένης ὕλης
εἶεν, ὥσπερ Εὔδημος μὲν καὶ Ἡρόφιλος ἀνατομῆς, Κρατεύας
δὲ καὶ Διοσκουρίδης τῶν μεταλλικῶν φαρμάκων. εἰ
Work
Title: In Hippocratis De Natura Hominis
English: On Hippocrates' Nature of Man
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τῆς τοῦ ἀνθρώπου φύσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 1-173
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_097.xml [311 Kb]