In Hippocratis De Natura Hominis (On Hippocrates' Nature of Man)
Kühn 1828
τὴν τελευτὴν τῆς προτέρας ῥήσεως οὕτως ἔγραψεν· ὁκόσοισι δ᾿ ἂν ἐς τὴν κύστιν ἐξερεύγηται ἀπὸ τῆς θερμότητος, τουτέου τοῦ χωρίου λευκὸν γίνεται· τοῖς οὖν παιδίοις φησὶ τοὺς λίθους γίνεσθαι διὰ τὴν θερμότητα τῆς τε κύστεως καὶ ὅλου τοῦ σώματος, εἶτα ἐπιφέρων ἐρεῖ περὶ τῆς θερμότητος τῶν παιδίων.
Εὖ γὰρ χρὴ εἰδέναι ὅτι ὁ ἄνθρωπος τῇ πρώτῃ τῶν ἡμερέων θερμότατός ἐστιν αὐτὸς ἑωϋτοῦ, τῇ δ᾿ ὑστάτῃ ψυχρότατος.Ἁπλῶς τῶν λεγόντων θερμότατον, ἄνευ διορισμοῦ, τῇ πρώτῃ τῶν ἡμερῶν εἶναι τὸν ἄνθρωπον, οὐκ ἀληθὴς ὁ λόγος ἐστὶ, μετὰ διορισμοῦ δ᾿ ἀληθής. θερμότατος γὰρ ἄν γε ῥηθῇ τῷ ἐμφύτῳ. τοῦτο γάρ ἐστι πλεῖστον τοῖς παιδίοις. ὁ δὲ γράψας τὴν προκειμένην ῥῆσιν αὐτὸ τὸ κυριώτατον ἐν τῷ λόγῳ παρακήκοεν, ὡς διὰ τῆς ἑπομένης ῥήσεως ἔσται δῆλον. εὑρεθήσεται γὰρ οὐχ ὡς Ἱπποκράτης
Work
Title: In Hippocratis De Natura Hominis
English: On Hippocrates' Nature of Man
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τῆς τοῦ ἀνθρώπου φύσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 1-173
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_097.xml [311 Kb]