In Hippocratis De Natura Hominis (On Hippocrates' Nature of Man)
Kühn 1828
ὁμολογουμένας δὲ ὑπὸ τοῦ Μένωνος, ὃς ἦν μαθητὴς αὐτοῦ,
γεγράφθαι, διὸ καὶ Μενώνεια προσαγορεύουσιν ἔνιοι ταυτὶ
τὰ βιβλία. δῆλον δὲ ὅτι καὶ ὁ Μένων ἐκεῖνος
ἐπιμελῶς τὰ διασωζόμενα κατ᾿ αὐτὸ ἔτι τῶν παλαιῶν ἰατρῶν
βιβλία, τὰς δόξας αὐτῶν ἐκεῖθεν ἀνελέξατο. τῶν δ᾿
ἤδη διεφθαρμένων παντάπασιν, ἢ σωζομένων μὲν, οὐ θεωρηθέντων
δ᾿, αὐτῷ τὰς γνώμας οὐκ ἠδύνατο γράψαι. κατὰ
ταῦτ᾿ οὖν τὰ βιβλία χολὴν ξανθὴν, ἢ μέλαιναν, ἢ φλέγμα
στοιχεῖον ἀνθρώπου φύσεως οὐκ ἂν εὕροις οὐδ᾿ ὑφ᾿ ἑνὸς
εἰρημένον. αἷμα δὲ καὶ τῶν μεθ᾿ Ἱπποκράτην φαίνονται
πολλοὶ μόνον εἶναι νομίζοντες ἐν ἡμῖν, ὥστε καὶ τὴν πρώτην
γένεσιν ἡμῶν ἐξ αὐτοῦ γίγνεσθαι, καὶ τὴν μετὰ ταῦτα
κατὰ τὴν μήτραν αὔξησιν καὶ ἀποκυηθέντων τελείωσιν. ἀλλ᾿
ὅ γε Ἱπποκράτης ὀλίγον ὕστερον ἔγρα ψεν ὡς ὄντων
τινῶν οἳ καὶ φλέγμα καὶ χολὴν ἐνόμιζον εἶναι τὸν ἄνθρωπον,
οὐκ ἂν οὕτω γράψας, εἰ μή τινες ἦσαν ἤτοι κατ᾿
αὐτὸν, ἢ πρὸ αὐτοῦ δοξάζοντες οὕτως.
Work
Title: In Hippocratis De Natura Hominis
English: On Hippocrates' Nature of Man
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τῆς τοῦ ἀνθρώπου φύσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 1-173
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_097.xml [311 Kb]