In Hippocratis De Natura Hominis (On Hippocrates' Nature of Man)
Kühn 1828
μένου, καθάπερ γε καὶ ἀέρος, ὅταν ἄκραν ὑγρότητα δέξεται.
κατὰ ταὐτὰ δὲ γῆς μὲν γιγνομένης, ἐπειδὰν ἐκεῖνο τὸ
ὑποκείμενον, ἅπασαν κατὰ τὴν ἑαυτοῦ φύσιν ἄποιον ὕπαρχον
εἰς ἑαυτὸ δέξηται ξηρότητα χωρὶς θερμότητος, ὕδατος
δ᾿ ὅταν ὑγρότητα. περὶ μὲν γὰρ τοῦ πρώτου ψυχροῦ ζήτησις
οὐ σμικρὰ γέγονεν, ἧς οὐκ ἔστι χρεία εἰς τὰ τῆς
ἰατρικῆς τέχνης ἔργα μηδὲν συντελούσης. τὸ γάρ τι χρήσιμόν
ἐστιν ἐν τῷ ζητῆσαι, πότερον ἓν ἁπλοῦν ἐστι τὸ σῶμα
τῶν ἀνθρώπων, ἢ σύνθετον ἐξ ἁπλῶν τεττάρων, ὡς ἥ τε
τοῦ Πλάτωνος ἐδίδαξε ῥῆσις ἡμεῖς τε κατὰ τὴν
θεραπευτικὴν μέθοδον ἐδιδάξαμεν εὐθὺς ἐν τοῖς πρώτοις
αὐτῆς. ἀλλὰ περὶ μὲν τούτου καὶ αὖθις εἰρήσεται. νυνὶ
δὲ ἀναμνήσομαι ὡς ἐν τῇ προκειμένῃ ῥήσει τὴν ἀντιλογίαν
ἐποιήσατο πρὸς τοὺς ἕν τι τῶν τεττάρων εἶναι λέγοντας
τὸν ἄνθρωπον, οὐ πρὸς τοὺς τέτταρα. βελτίων οὖν
ἀνάγνωσις εἰκότως ἐλέγετο κατὰ τὴν πρώτην ῥῆσιν ἡ δασύνουσα
κατὰ τὴν ἐκφώνησιν τὴν πρώτην συλλαβὴν τοῦ
ἓν ἐόν. ὅτι γὰρ οὐχ ἕν ἐστιν, ἀλλὰ πλείω τὰ συντιθέντα τὴν
Work
Title: In Hippocratis De Natura Hominis
English: On Hippocrates' Nature of Man
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τῆς τοῦ ἀνθρώπου φύσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 1-173
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_097.xml [311 Kb]