Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Natura Hominis (On Hippocrates' Nature of Man)

Kühn 1828

βούλεται συνδιατίθεσθαι τὰ τῶν ζώων σώματα τῇ τοῦ περιέχοντος ἡμᾶς ἀέρος καταστάσει, ξηραινόμενα μὲν ἐν ταῖς ξηραῖς αὐτοῦ κράσεσιν, ὑγραινόμενα δ᾿ ἐν ταῖς ὑγραῖς, οὕτως δὲ καὶ θερμαινόμενα ἐν ταῖς θερμαῖς, ψυχόμενα δ᾿ ἐν ταῖς ψυχραῖς. εἴπερ οὖν ὁ χειμὼν ὑγρὸς καὶ ψυχρός ἐστιν, εὐλόγως ἐν αὐτῷ τὸ φλέγμα πλεονεκτεῖ ψυχρὸν καὶ ὑγρὸν ὑπάρχον. ἔδειξε γὰρ καὶ τοῦτο πρόσθεν αὐτός. ὁμολογεῖν δὲ ὁ λόγος αὐτῷ φαίνεται καὶ ταῖς ἄλλαις ὥραις, ἐν μέν γε τῷ θέρει τῆς ξανθῆς χολῆς πλεοναζούσης, ἐπειδὴ ξηρὰ καὶ θερμὴ τὴν δύναμίν ἐστιν, ἐν ἦρι δὲ τοῦ αἵματος, ὑγροῦ καὶ θερμοῦ χυμοῦ, καὶ γὰρ καὶ τὸ ἔαρ ἔφη θερμὸν εἶναι καὶ ὑγρὸν, ἐν φθινοπώρῳ δὲ τῆς μελαίνης χολῆς, ξηρᾶς ὑπαρχούσης ὁμοίως τῇ ὥρᾳ. ἔστι μὲν οὖν τις οὐ σμικρὰ ζήτησις καὶ περὶ τῆς τοῦ ἦρος κράσεως, ὅπως λέγεται θερμὸν καὶ ὑγρόν· ἣν διῆλθον ἐπιδεικνὺς ἄμεινον εἶναι λέγειν εὔκρατον αὐτό καὶ δῆλον ὅτι καὶ τὸ αἷμα κατὰ τὸν αὐτὸν λόγον οὐ θερμὸν καὶ ὑγρὸν, ἀλλ᾿ εὔκρατον. ἔτι δὲ μείζων ἂν ζήτησις γένοιτο παραλελειμμένη τοῖς ἐξηγησαμένοις

Work

Title: Galen: In Hippocratis De Natura Hominis
English: On Hippocrates' Nature of Man
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τῆς τοῦ ἀνθρώπου φύσεως

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 1-173

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_097.xml [311 Kb]