Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Natura Hominis (On Hippocrates' Nature of Man)

Kühn 1828

τὸ βιβλίον περὶ τοῦ φλέγματος, ὑγροῦ μὲν καὶ ψυχροῦ τὴν σύστασιν ὄντος, ἐν χειμῶσι δὲ γεννωμένου. διὰ τί δὲ ἔφην οὐ σμικρὰν ἔσεσθαι ζήτησιν, ἤδη σοι φράσω. κατὰ τοὺς ἀφορισμοὺς αὐτὸς ὁ Ἱπποκράτης εἶπεν· αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται φύσει καὶ ὕπνοι μακρότατοι. ἐν ταύτῃσι τῇσιν ὥρῃσι καὶ τὰ προσάρματα πλείω δοτέον, καὶ γὰρ τὸ ἔμφυτον θερμὸν πολύ. τροφῆς οὖν πλείονος δεῖται. σημεῖον δὲ αἱ ἡλικίαι καὶ οἱ ἀθληταί. καὶ πάλιν θέρεος καὶ φθινοπώρου σιτία δυσφορώτατα φέρουσι, χειμῶνος ῥήϊστα, ἦρος δεύτερον. εἴπερ οὖν ἀληθῆ ταῦτά ἐστι γινώσκομέν τε τὸ φλέγμα, ψυχρὸν ὄντα χυμὸν, οὐκ εὔκρατον, ὥσπερ τὸ αἷμα, πῶς ἐν χειμῶνι γενήσεται πλεῖον; ἐχρῆν γὰρ ἐκ τῆς καλῶς πεφθείσης τροφῆς αἷμα γεννᾶσθαι μᾶλλον, οὐ φλέγμα. τίς οὖν ἡ λύσις τῆς ἀπορίας; ἐμοὶ μὲν δοκεῖ, θερμόταται μὲν αἱ κοιλίαι χειμῶνός εἰσι τῷ κατὰ φύσιν θερμῷ, τουτέστιν εὐκρατότατοι. τὰ δὲ μόρια τοῦ σώματος ψύχεται μᾶλλον ἐν χειμῶνι· τισὶ δὲ καὶ ἡ γαστὴρ αὐτὴ δι᾿ ὁδοιπορίαν, ἢ ἔνδειαν ἀμφιεσμάτων,

Work

Title: Galen: In Hippocratis De Natura Hominis
English: On Hippocrates' Nature of Man
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τῆς τοῦ ἀνθρώπου φύσεως

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 1-173

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_097.xml [311 Kb]