In Hippocratis De Natura Hominis (On Hippocrates' Nature of Man)
Kühn 1828
ἢ ἐπιτηδευμάτων ἰδέαν, ἢ τοιοῦτό τι. καταδύεται
γοῦν ἅπασα μὲν ἡ τοῦ περιέχοντος ψύξις ἕως πλείστου·
τισὶ δὲ καὶ μέχρι τῶν κατὰ τὴν γαστέρα χωρίων, ὡς εἴρηται·
ὥστε, κἂν πεφθῇ καλῶς ἐν τῇ κοιλίᾳ τὰ ληφθέντα σιτία,
κατά γε τὴν ἐν ἥπατι μεταβολὴν οὐκ ἀκριβῆ τὸν τῆς
αἱματώσεως λαμβάνει κόσμον, ἀλλ᾿ ἀποτυγχάνεταί τι κατ᾿
αὐτήν. ἔτι δὲ μᾶλλον αἱ καθ᾿ ὅλον τὸ σῶμα φλέβες οὐχ
ὁμοίως αὐτὸ μεταβάλλουσιν ἐψυγμέναι. προσέρχεται δὲ
τούτῳ καὶ τὸ πλῆθος τῶν ἐδεσμάτων ὦν προσφέρονται χειμῶνος
ἅμα ταῖς ποιότησι φλεγματικωτέραις οὔσαις. χέδροπα
γὰρ ἐσθίουσιν ἐν χειμῶνι πολλὰ ἄρτου τε πολὺ
πλέον ἢ κατὰ τὰς ἄλλας ὥρας, σεμίδαλίν τε καὶ ῥυήματα
καὶ λάχανα, γογγυλίδας τε καὶ κρέα πολλὰ, τινὰ μὲν ἄντικρυς
φλεγματώδη, καθάπερ τὰ προβάτεια, τινὰ δὲ, εἰ μὴ
καλῶς κατεργασθείη, καθάπερ τὰ τῶν ὑῶν καὶ μάλιστα
τῶν χοίρων, καὶ βολβοὺς δὲ καὶ κοχλίας καὶ τυρὸν ἄλλα
τέ τινα τοιαῦτα πολλὰ δι᾿ ὅλου τοῦ χειμῶνος ἐσθίουσιν
ἑτοίμως φλεγματούμενα. καὶ μέντοι καὶ πίνουσι πλεῖστοι
τὸν νέον οἶνον, ἐπιτήδειον ὄντα καὶ αὐτὸν εἰς φλέγματος
Work
Title: In Hippocratis De Natura Hominis
English: On Hippocrates' Nature of Man
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τῆς τοῦ ἀνθρώπου φύσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 1-173
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_097.xml [311 Kb]