In Hippocratis De Natura Hominis (On Hippocrates' Nature of Man)
Kühn 1828
γένεσιν, ὥστε καὶ διὰ ταῦτα φλέγμα πλεονάζει κατὰ τὸν χειμῶνα.
Ἔχει μὲν οὖν ταῦτα πάντα ἀΐδια τὸ σῶμα τοῦ ἀνθρώπου. ὑπὸ δὲ τῆς ὥρης περιϊσταμένης ποτὲ μὲν πλείω γίγνεται σφοῖν αὐτὰ ἑωυτέων, ποτὲ δὲ ἐλάσσω, ἕκαστα κατὰ μέρος τε καὶ κατὰ φύσιν.Ἅπαντα, φησὶν, ἔχει τὰ εἰρημένα, τουτέστι τοὺς τέσσαρας χυμοὺς, τὸ σῶμα τοῦ ἀνθρώπου διὰ παντὸς τοῦ βίου· τοῦτο γὰρ αὐτῷ σημαίνει τὸ ἀΐδια· πλείω δὲ γίγνεται καὶ ἐλάττω ταῦτα κατὰ τὰς τῶν ὡρῶν μεταβολάς. τὸ γὰρ ὑπὸ τῆς ὥρης περιϊσταμένης ταὐτὸ δηλοῖ τῷ μεθισταμένης, ὅπερ ἐστὶ μεταβαλλούσης τε καὶ καθισταμένης εἰς ἑτέραν τινὰ τὴν ἐχομένην αὐτῆς. πλείω δὲ καὶ ἐλάττω ταῦτα γίγνεσθαί φησι κατὰ μέρος τε καὶ κατὰ φύσιν. ἔνιοι μὲν ἤκουσαν τὸ κατὰ μέρος ἐπὶ τῶν τοῦ σώματος εἰρῆσθαι
Work
Title: In Hippocratis De Natura Hominis
English: On Hippocrates' Nature of Man
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τῆς τοῦ ἀνθρώπου φύσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 1-173
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_097.xml [311 Kb]