Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Natura Hominis (On Hippocrates' Nature of Man)

Kühn 1828

μορίων, ἔνιοι δὲ τὸ ἐναντίον τῷ κατὰ φύσιν, ἵν᾿ ὁ λόγος ᾖ τοιοῦτος· τοὺς εἰρημένους τέτταρας χυμοὺς ἔχει μὲν ἀεὶ τὸ σῶμα τοῦ ἀνθρώπου, πλείους δὲ καὶ ἐλάττους κατά τε τὰ μέρη τοῦ ἐνιαυτοῦ καὶ κατὰ τὴν φύσιν. ὅπερ, ἂν ἐξαλλάξας τις τὴν λέξιν εἴπῃ, τὴν διάνοιαν ἕξει χρησίμην τε καὶ ἀληθῆ. τὸ γὰρ πλῆθος τῶν χυμῶν ὑπαλλάττεται κατά τε τὰς ὥρας κατὰ φύσιν διοικουμένου τοῦ ἐνιαυτοῦ καὶ κατὰ τὰ μέρη τοῦ ὅλου ἐνιαυτοῦ· κἂν μὴ κατὰ φύσιν διοικῆται, διαφορὰ κατὰ τὴν ποσότητα γίγνεται τῶν χυμῶν. ἐγχωρεῖ δὲ καὶ κατὰ τῶν ὡρῶν ἀκοῦσαι τὰ μέρη.

Ὥσπερ γὰρ ὁ ἐνιαυτὸς μετέχει μὲν πᾶς πάντων καὶ τῶν θερμῶν καὶ τῶν ψυχρῶν καὶ τῶν ξηρῶν καὶ τῶν ὑγρῶν. οὐδὲ γὰρ ἂν μείνειε τουτέων οὐδὲν οὐδένα χρόνον ἄνευ πάντων τῶν ἐνεόντων ἐν τῷδε τῷ κόσμῳ, ἀλλ᾿ εἰ ἕν τι ἐκλίποι, πάντα ἂν ἀφανισθείη. ἀπὸ γὰρ τῆς αὐτέης ἀνάγκης πάντα ξυνέστηκέ τε καὶ τρέφεται ἀπ᾿ ἀλλήλων.

Work

Title: Galen: In Hippocratis De Natura Hominis
English: On Hippocrates' Nature of Man
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τῆς τοῦ ἀνθρώπου φύσεως

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 1-173

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_097.xml [311 Kb]