In Hippocratis De Natura Hominis (On Hippocrates' Nature of Man)
Kühn 1828
γίγνονται μὲν γάρ τινες εὔκρατοι, καθάπερ καὶ δύσκρατοί
τινες ἕτεραι, τῶν μὲν εὐκράτων ἡ εὐκρασία φυλάττεται διὰ
τῶν ὁμοίων, τῶν δὲ δυσκράτων ἡ δυσκρασία διὰ τῶν ἐναντίων
ἐπανορθοῦται. διώρισται δὲ περὶ τούτων ἐν
τῇ τῶν ὑγιεινῶν πραγματείᾳ. καὶ τὰ ξυντείνοντα λύειν καὶ
τὰ λελυμένα ξυντείνειν. οὐ κατὰ τὸ πρέπον ἐποιήσατο τὴν
τῶν νοσημάτων ἀντίθεσιν. τῷ μὲν γὰρ ξυντείνοντι τὰ
λύοντα, τῷ δὲ λελυμένῳ τὰ ξυντεταμένα κατὰ ἀντίθεσιν
οἰκείως ὀνομάζεται. λέγεται δὲ τὰ μὲν ξυντείνοντα καὶ
λύοντα κυρίως ἐπὶ τῶν αἰτιῶν, οὐκέτ᾿ ἐπ᾿ αὐτῶν τῶν βλαπτομένων
σωμάτων, ἔμπαλιν δὲ τὰ συντεταμένα καὶ λελυμένα,
κατὰ τῶν ἤδη βεβλαμμένων, ἔπειτα τὰ συντεινόμενα
καὶ λυόμενα σωμάτων ἐστὶν, οὐ νοσημάτων ὀνόματα συντεινομένων
καὶ λελυμένων, ὥσπερ γε καὶ τὸ σκληρὸν καὶ
τὸ μαλακὸν, ἀραιόν τε καὶ πυκνὸν, ὑπὲρ ὧν εἴρηται κάλλιον
ἐν τῷ ἕκτῳ τῶν ἐπιδημιῶν ἐν τῇδε τῇ λέξει· δέρματος
σκληροῦ μάλαξις, συντεταμένου χάλασις. εἴρηται δὲ ἐν
τούτῳ τῷ βιβλίῳ κατὰ τὸ συνεχὲς καὶ περὶ τοῦ στεγνῶσαι,
Work
Title: In Hippocratis De Natura Hominis
English: On Hippocrates' Nature of Man
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τῆς τοῦ ἀνθρώπου φύσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 1-173
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_097.xml [311 Kb]