In Hippocratis De Natura Hominis (On Hippocrates' Nature of Man)
Kühn 1828
ἔπειτα δὲ καὶ τῶν ἄλλων ἕκαστον ὦν ὁ Πλάτων διῆλθεν,
ἃ κᾀγὼ διά τε τῶν περὶ τῶν καθ᾿ Ἱπποκράτην στοιχείων
ἐδίδαξα καὶ νῦν οὐχ ἦττον ἔρχομαι δείξων, ἐπειδήπερ ὑμῖν
οὕτως ἔδοξεν. ἐκεῖνο δ᾿ οὖν ἔτι προσθεὶς τῷ λόγῳ πρὸς
τὴν ἐξήγησιν ἀφίξομαι τῶν ἐν τῷ βιβλίῳ ῥήσεων· ἐκπεσόντος
εἰς πολλοὺς τοῦ γραφέντος μοί ποτε βιβλίου περὶ
τῶν καθ᾿ Ἱπποκράτην στοιχείων, ἐπαινεθέντος τε πρὸς
ἁπάντων τῶν πεπαιδευμένων, ὀλίγοι τινὲς τῶν ἀπαιδεύτων,
ὅσοι τῶν μὲν ἐν αὐτῷ γεγραμμένων ἀποδείξεων οὐδεμίαν
ἠδυνήθησαν ἐλέγξαι, καίτοι γ᾿ ἐπιχειρήσαντες, ἀπεπνίγοντο
δὲ ὑπὸ τοῦ φθόνου, τοῦτο ᾠήθησαν ἱκανὸν εἶναι πρὸς διαβολὴν,
ὡς οὐκ ἔστιν Ἱπποκράτους αὐτοῦ. τὸ σύγγραμμα
τοίνυν ἔστω μήθ᾿ Ἱπποκράτους μήτ᾿ αὐτοῦ Πολύβου, μηδ᾿,
εἰ βούλοιντο, γεγράφθω τὴν ἀρχήν τι σύγγραμμα περὶ φύσιος
ἀνθρώπου, δεικνύον ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ
καὶ ὑγροῦ τὰ σώμαθ᾿ ἡμῶν γεγονέναι. εἰ γὰρ καὶ τοῦτ᾿
αὐτοῖς χαρισόμεθα, τό γε ἐκ τούτων συγκεῖσθαι τὰ σώμαθ᾿
ἡμῶν, Ἱπποκράτους ἐστὶ δόγμα. φαίνεται γὰρ ἐν τοῖς
Work
Title: In Hippocratis De Natura Hominis
English: On Hippocrates' Nature of Man
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τῆς τοῦ ἀνθρώπου φύσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 1-173
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_097.xml [311 Kb]