In Hippocratis De Natura Hominis (On Hippocrates' Nature of Man)
Kühn 1828
φυτῶν ἐκδιδάσκουσι τὴν αἰσθητὴν αὐτῶν φύσιν, ὁποῖόν
ἐστιν ἕκαστον ἁπτομένῳ καὶ γευομένῳ καὶ ὀσμωμένῳ καὶ
βλέποντι διηγούμενοι τίνα τ᾿ ἔχει δυνάμιν ἢ εἴσω τοῦ
σώματος λαμβανόμενον ἢ ἔξωθεν ἐπιτιθέμενον. ἐν τούτοις
γὰρ ἡ αἰσθητὴ φύσις ἑκάστου τῶν ὄντων ἐστίν. ἡ δὲ τούτων
ἀνωτέρω καὶ πρώτη, περὶ ἧς ἐγώ τε προείρηκα καὶ
Πλάτων ἐπίστασθαι συμβουλεύει τὸν βουλόμενον ὁτιοῦν
πρᾶγμα μεθόδῳ μεταχειρίζεσθαι. παραγράψω δέ σοι καὶ
τὴν ῥῆσιν αὐτοῦ. ΣΩ. Ψυχῆς οὖν φύσιν ἀξίως λόγου κατανοῆσαι
οἴει δυνατὸν εἶναι ἄνευ τῆς τοῦ ὅλου φύσεως;
ΦΑΙ. εἰ μὲν οὖν Ἱπποκράτει τῷ τῶν Ἀσκληπιαδῶν δεῖ τι
πείθεσθαι, οὐδὲ περὶ σώματος ἄνευ τῆς μεθόδου ταύτης.
ΣΩ. καλῶς γὰρ, ὦ ἑταῖρε, λέγει· χρὴ μέντοι πρὸς τῷ Ἱπποκράτει
τὸν λόγον ἐξετάζοντας σκοπεῖν εἰ συμφωνεῖ. ΦΑΙ.
φημί. ΣΩ. τὸ τοίνυν περὶ φύσεως σκόπει τί ποτε λέγει
Ἱπποκράτης τε καὶ ὁ ἀληθὴς λόγος, ἆρ᾿ οὐχ ὧδε; δεῖ διανοεῖσθαι
περὶ ὁτουοῦν φύσεως. πρῶτον μὲν εἰ ἁπλοῦν ἢ
Work
Title: In Hippocratis De Natura Hominis
English: On Hippocrates' Nature of Man
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τῆς τοῦ ἀνθρώπου φύσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 1-173
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_097.xml [311 Kb]