In Hippocratis De Natura Hominis (On Hippocrates' Nature of Man)
Kühn 1828
ὑποκειμένης οὐσίας γενέσθαι. ταύτην δ᾿ ὁρῶμεν οὐ δυναμένην.
αὐτὴν καθ᾿ αὑτὴν μόνην ὁτιοῦν γεννῆσαι. τὰ γοῦν
τῶν φυτῶν σπέρματα καὶ ὑγρότητος καὶ θερμασίας συμμέτρου
τῆς ἔξωθεν δεῖται πρὸς τὸ γεννῆσαί τι. μόνον γὰρ
εἴπερ ἐπεφύκει γεννᾷν τὸ σπέρμα, μηδενὸς ἄλλου προσδεόμενον
ἔξωθεν, οὐκ ἂν διέμεινεν οὐδὲ ἐν ἐλαχίστῳ χρόνῳ
χωρὶς τοῦ γεννᾷν, ἀλλ᾿ εὐθὺς ἂν ἐφύετο. φαίνεται δὲ διαμένοντα
πολλάκις οὐ μῆνας μόνον, ἀλλὰ καὶ ἐνιαυτοὺς οὐκ
ὀλίγα τῶν σπερμάτων· οὐ γὰρ ἐξ ἑαυτῶν μόνον ἔχει τὸ
γεννᾷν, ἀλλὰ δεῖταί τινος ἔξωθεν ἐπικουρίας καὶ ταύτης
οὐ κατὰ θίξιν ἁπλῆν γιγνομένης, ἀλλὰ κατά τινα
τοῦ ψαύοντος δύναμιν, εἴσω διαδιδομένην εἰς ὅλον τὸ ψαυόμενον.
εἴ γε δι᾿ ὅλου φαίνεται τὴν ἀλλοίωσιν ἴσχον ἐν ταῖς
γενέσεσι τὸ σπέρμα, κατά τε τὰ δένδρα καὶ τὰς πόας καὶ
τὰ ὅλα φυτὰ, πολὺ δὴ μᾶλλον ἐπὶ τῶν ζώων ἐναργῶς φαίνεται,
μήτ᾿ ἐξ ἄῤῥενος μόνου μήτ᾿ ἐκ θήλεως ἄνευ τοῦ
μιχθῆναι δυνάμενόν τι γενέσθαι.
Work
Title: In Hippocratis De Natura Hominis
English: On Hippocrates' Nature of Man
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τῆς τοῦ ἀνθρώπου φύσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 1-173
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_097.xml [311 Kb]