Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Natura Hominis (On Hippocrates' Nature of Man)

Kühn 1828

διασώζεσθαι, καὶ μάλισθ᾿ ὅτι μηδ᾿ ἔγραψαν ἔνιοι σύγγραμμα μηδὲν, ὥσπερ Σωκράτης καὶ ὁ Πυθαγόρας καὶ τῶν καθ᾿ ἡμᾶς ἐνδόξων ἰατρῶν Κόϊντος. ἔτι δὲ μᾶλλόν ἐστι πιστεῦσαι πολλοὺς ἄνδρας ἐπιφανεῖς γεγονέναι ζῶντας, ἀποθανόντων δ᾿ αὐτῶν ἀπολωλέναι τὰς περὶ τῶν δογμάτων ὑπολήψεις, ὁπότε καὶ Πλάτωνος τοσαῦτα συγγράμματα γράψαντος ὅμως οἱ μαθηταὶ λέγουσιν εἶναί τινα παρὰ τὰ γεγραμμένα τῶν ἀγράφων δογμάτων αὐτοῦ. ὥσπερ δὲ τοῖς μαθηταῖς ἄγραφα δόγματα λέγουσιν εἶναι πιστεύομεν, οὕτω καὶ τῷ Ἱπποκράτει πιστεύομεν εἶναί τινας, οἳ γῆν μόνην ἔλεγον εἶναι κοινὸν ἁπάντων στοιχεῖον, ἐν ἀνθρώπῳ δὲ χολὴν, ἢ φλέγμα. καὶ γὰρ καὶ νῦν οἶδά τινας ἄλλα γράφοντας, ὧν τὰ συγγράμματα τοῖς μὲν ἤδη συναπέθανε, τοῖς δὲ συντεθνήξεται, καθάπερ καὶ τοῦ λέγοντος ἁπάντων εἶναι μητέρα καὶ τιθήνην καὶ ἀρχὴν καὶ στοιχεῖον τὴν γῆν· αὐτὴν γὰρ καὶ τὸν οὐρανὸν γεννῆσαι, καθάπερ Ἡσίοδός φησι, καὶ τὰ ζῶα τὰ κατ᾿ αὐτήν. καὶ τῶν Ἀρχιγενείων δέ τις, ἀνὴρ οὐ φαυλότατος, ἐπέπειστο μήτ᾿ ἐν

Work

Title: Galen: In Hippocratis De Natura Hominis
English: On Hippocrates' Nature of Man
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τῆς τοῦ ἀνθρώπου φύσεως

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 1-173

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_097.xml [311 Kb]