Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Natura Hominis (On Hippocrates' Nature of Man)

Kühn 1828

καιρῷ πάντων περιεχομένων ἐν τῷ σώματι. τούτῳ δὲ ἐνίστανται τῷ λόγῳ τινὲς οὐ συγχωροῦντες ἕλκειν τὸ καθαρτικὸν ἐκ τοῦ σώματος τὸν οἰκεῖον χυμὸν, ἀλλὰ μεταβάλλειν εἰς ἣν αὐτὸ πέφυκεν ἰδέαν. ἀλλ᾿ ὅτι γε ψευδὴς ὁ λόγος αὐτῶν ἐπιδέδεικται μὲν ἡμῖν καθ᾿ ἓν ὑπόμνημα περὶ τῆς τῶν καθαιρόντων φαρμάκων δυνάμεως ἐπιγεγραμμένον, εἰρήσθω δὲ καὶ νῦν ἕν τι τῶν ἐν ἐκείνῳ λελεγμένων ἕνεκα παραδείγματος. ἐθεάσασθε γὰρ ἐπ᾿ αὐτῶν τῶν ἔργων τῆς τέχνης οὐκ ὀλιγάκις ἐλεγχομένους τοὺς μὴ συγχωροῦντας ἕλκεσθαι τὸ κενούμενον ὑπὸ τῶν καθαιρόντων φαρμάκων, οἷον οἱ ὑδεριῶντες τῷ ἀσκίτῃ καλουμένῳ λαβόντες μὲν ὑδραγωγὸν φάρμακον ἐκκενοῦνται πλῆθος οὐκ ὀλίγον ὑδατώδους ὑγρότητος καὶ προστέλλονται τὸν ὄγκον τῆς γαστρός. εἰ δὲ χολῆς ξανθῆς ἢ μελαίνης ἀγωγὸν αὐτοῖς τις δοίη φάρμακον, ὀλιγοστόν τ᾿ ἐκκενοῖ τὸν χυμὸν, ὅ τ᾿ ὄγκος αὐτοῖς τῆς γαστρὸς οὐ μόνον οὐδὲν ἐλάττων, ἀλλὰ καὶ μείζων γίνεται. τοὐναντίον δὲ συμβαῖνον ἐπὶ τῶν δι᾿ ἔμφραξιν ἥπατος ἰκτεριώντων ἐθεάσασθε. προεκφραχθέντος γὰρ αὐτοῖς

Work

Title: Galen: In Hippocratis De Natura Hominis
English: On Hippocrates' Nature of Man
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τῆς τοῦ ἀνθρώπου φύσεως

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 1-173

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_097.xml [311 Kb]