In Hippocratis De Natura Hominis (On Hippocrates' Nature of Man)
Kühn 1828
προκειμένης ῥήσεως. τῶν δὲ κατὰ μέρος ἐν αὐτῇ πρῶτον
μὲν ἐπισημήνασθαι προσήκει τὸ κοινὸν οὐ μόνον ἰατρῶν
ἔθος, ἀλλὰ καὶ πάντων Ἑλλήνων ὀνομαζόντων χολὴν ἄνευ
προσθήκης, ὅταν τὴν ὠχρὰν ἢ τὴν ξανθὴν δηλῶσαι βουληθῶσιν.
ὅτι δὲ ταῦτα ἄμφω ὀνόματα καθ᾿ ἕν εἶδος χυμοῦ
λέγεται διαφέροντος ὑγρότητι καὶ ξηρότητι, μικρὸν ἔμπροσθεν
εἴρηταί μοι. τὰς δὲ ἄλλας ἁπάσας χολὰς μετὰ
προσθήκης ὀνομάζουσιν ἰώδη καλοῦντες, ἢ μέλαιναν, ἢ ἐρυθρὰν,
ἢ πρασοειδῆ. δεύτερον δ᾿ ἐπὶ τῷδε κατὰ τὴν προκειμένην
ῥῆσιν ἐπισημήνασθαι προσῆκον· ἔνθα φησί· μέχρις
ἂν ἕλκειν δυνατὸς ᾖ τὸ πνεῦμα εἰς ἑωυτὸν καὶ πάλιν
μεθιέναι. δῆλον γάρ ἐστι τὴν μὲν εἰσπνοὴν ἑλκόντων τῶν
ἀναπνευστικῶν ὀργάνων τὸν ἔξωθεν ἀέρα βούλεσθαι γιγνομένην,
τὴν δ᾿ ἐκπνοὴν μεθιέντων. εἶτα τρίτον, ἔνθα φησίν·
ἔστ᾿ ἄν τινος στερηθῇ τῶν ξυγγεγονότων. βούλεται γὰρ οὐ
μόνον ὅταν αἵματος στερηθῇ τὸ ζῶον ἀποθνήσκειν, ἀλλὰ
καὶ φλέγματος, ἢ ξανθῆς, ἢ μελαίνης χολῆς.
Work
Title: In Hippocratis De Natura Hominis
English: On Hippocrates' Nature of Man
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τῆς τοῦ ἀνθρώπου φύσεως
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 1-173
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_097.xml [311 Kb]