Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Natura Hominis (On Hippocrates' Nature of Man)

Kühn 1828

Σαφὴς ἡ ῥῆσίς ἐστι, γράφοντος αὐτοῦ τὰ μαρτύρια τοῦ προκειμένου λόγου, καθ᾿ ὃν ἔφη τὸ φάρμακον, ὅταν εἰς τὸ σῶμα ἔλθῃ, πρῶτον μὲν τὸν οἰκεῖον ἕλκειν αὑτῷ χυμὸν, ἔπειτα δὲ καὶ τοὺς ἄλλους. μεμνῆσθαι δὲ χρὴ καὶ περὶ τῶν φυτῶν αὐτοῦ λέγοντος, ἕλκειν καὶ ταῦτα εἰς ἑαυτὰ τὸ κατὰ φύσιν ἕκαστον αὑτῷ, περιέχεσθαι γὰρ ἐν τῇ γῇ καὶ ὀξὺ καὶ γλυκὺ καὶ πικρὸν καὶ ἁλμυρὸν καὶ παντοῖον, ὥσπερ δηλονότι καὶ κατὰ τὸν ἄνθρωπον ὀξὺ μὲν τὴν μέλαιναν χολὴν, πικρὸν δὲ τὴν ξανθὴν, γλυκὺ δὲ τὸ αἷμα καὶ ἁλμυρὸν τὸ φλέγμα. καὶ γὰρ τοιοῦτό ἐστί τι φλέγμα, καθάπερ ἄλλο γλυκὺ καὶ ἕτερον ὀξὺ καί τι ἕτερον μηδεμίαν ἔχον ἐπίσημον ποιότητα. διὰ τοῦτό μοι δοκεῖ καὶ κατὰ τέλος τῆς ῥήσεως προσθεῖναι τὸ καὶ παντοῖον, οὐ μόνον ἐν τῷ φλέγματι διαφορὰς ὁρῶν παμπόλλας, ἀλλὰ καὶ κατὰ τοὺς ἄλλους χυμούς. ὥσπερ γὰρ ὀξὺ καὶ γλυκὺ καὶ πικρὸν καὶ ἁλμυρὸν, οὕτω καὶ στρυφνόν τι καὶ αὐστηρὸν καὶ δριμὺ καὶ λιπαρὸν εἶδός ἐστι χυμῶν ἔν τε τοῖς ζώοις καὶ τοῖς φυτοῖς καὶ δηλονότι καὶ κατὰ τὴν γῆν ἀνάλογον αὐτοῖς.

Work

Title: Galen: In Hippocratis De Natura Hominis
English: On Hippocrates' Nature of Man
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τῆς τοῦ ἀνθρώπου φύσεως

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 1-173

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_097.xml [311 Kb]