Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Salubri Victus Ratione (On Hippocrates' Regimen in Health)

Kühn 1828

πολεμοῦσιν ἢ ὁδοιποροῦσιν ἢ καὶ μάχονται. καὶ γὰρ τούτοις οὐκ ἐγχωρεῖ διακρίνειν ἃ χρὴ προσφέρεσθαι καὶ μὴ προσφέρεσθαι σιτία. χρῆσθαι γὰρ ἀναγκαῖον αὐτοῖς, οἷς ἂν εὐπορήσωσιν ἕκαστος· τάχα δὲ καὶ τοὺς ὁπωσοῦν ἐσπευσμέναις ὁδοιπορίαις χρωμένους ἀδύνατόν ἐστιν, ὡς ὁ Πόλυβος κελεύει διαιτᾶσθαι καὶ ὅλως τοὺς ἐν ἀσχολίαις πολιτικαῖς ὄντας, ἢ τῷ καλουμένῳ περιστατικῷ βίῳ. μόνοις οὖν τοῖς τὰ ἴδια πράττουσιν, οὓς ὀνομάζουσιν ἰδιοπραγοῦντας, ἡ ῥηθησομένη δίαιτα γίνεται.

Τοῦ μὲν χειμῶνος ἐσθίειν ὡς πλεῖστα, πίνειν δὲ ὡς ἐλάχιστα. εἶναι δὲ χρὴ τὸ πόμα οἶνον ὡς ἀκρητέστατον· τὰ δὲ σιτία ἄρτον καὶ τὰ ὄψα ὀπτὰ πάντα. λαχάνοισι δὲ ὡς ἐλαχίστοισι χρέεσθαι ταύτην τὴν ὥρην. οὕτω γὰρ ἂν μάλιστα τὸ σῶμα θερμόν τε εἴη καὶ ξηρόν.

Τὸ κεφάλαιον εἰπὼν τῆς ὅλης διαίτης ὀρθῶς ἐποίησε

Work

Title: Galen: In Hippocratis De Salubri Victus Ratione
English: On Hippocrates' Regimen in Health
Original: Εἰς τὸ περὶ διαίτης ὑγιεινῆς τῶν ἰδιωτῶν Ἱπποκράτους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 174-223

Publisher: Cnobloch, Leipzig

Download