Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Salubri Victus Ratione (On Hippocrates' Regimen in Health)

Kühn 1828

Ὁκόταν δὲ τὸ ἔαρ ἐπιλαμβάνῃ, τό τε πόμα χρὴ πλέον πίνειν οἶνον καὶ ὑδαρέστερον καὶ κατ᾿ ὀλίγον καὶ τοῖσι σιτίοισι μαλθακωτέροισι χρέεσθαι καὶ ἐλάσσοσι· καὶ τὸν ἄρτον ἀφαιρέοντα μᾶζαν προστιθέναι· καὶ τὰ ὄψα κατὰ τὸν αὐτὸν λόγον ἀφαιρέειν, ἔκ τε τῶν ὀπτῶν πάντα ἑφθὰ ποιέεσθαι καὶ λαχάνοισιν ἤδη χρέεσθαι τοῦ ἦρος ὀλίγοισιν, ἕως ἐς τὴν θερίην καταστήσεται ὁ ἄνθρωπος. τοῖσί τε σιτίοισι πᾶσι μαλακωτέροισι χρεόμενος καὶ τοῖσιν ὄψοισιν ἑφθοῖσι καὶ λαχάνοισιν ὠμοῖσι καὶ ἑφθοῖσι, ὡσαύτως καὶ τοῖσι πόμασιν ὡς ὑδαρεστάτοισι καὶ πλείστοισι, καὶ ὅκως μὴ μεγάλη ἡ μεταβολὴ ἔσται κατὰ μικρὸν, μὴ ἐξαπίνης χρεομένῳ.

Πλεῖον εἶπε καὶ ὑδαρέστερον, οὐ πλεῖστον οὐδὲ ὑδαρέστατον ἐν τῷ ἦρι τὸ πόμα προσφέρεσθαι. τὸ γὰρ πλεῖστον καὶ ὑδαρέστατον ἐν τῷ θέρει κελεύει πίνειν, ὡς ἐναντίαν ἔχοντι τὴν κρᾶσιν ἧς ὁ χειμὼν ἔχει. τὸ δὲ ἔαρ, ὥσπερ ἐν τῷ μεταξὺ τῶν ἄκρων ἔχει τὴν κρᾶσιν, οὕτω καὶ

Work

Title: Galen: In Hippocratis De Salubri Victus Ratione
English: On Hippocrates' Regimen in Health
Original: Εἰς τὸ περὶ διαίτης ὑγιεινῆς τῶν ἰδιωτῶν Ἱπποκράτους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 174-223

Publisher: Cnobloch, Leipzig

Download