Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Salubri Victus Ratione (On Hippocrates' Regimen in Health)

Kühn 1828

τῆς διαίτης μέσης δεῖται, ψυχροτέρας μὲν καὶ ὑγροτέρας, ὡς πρὸς τὸν χειμῶνα, θερμοτέρας δὲ καὶ ξηροτέρας, ὡς πρὸς τὸ θέρος. ἐκ τούτων οὖν δῆλόν ἐστιν ὅπως ἀκούειν χρὴ τῆς κατὰ τὸ θέρος καὶ φθινόπωρον εἰρημένης ὑπ᾿ αὐτοῦ διαίτης· ὥστ᾿ ἐμοὶ μὲν ὑπερβαίνειν αὐτὸ προσήκει, τοῖς δ᾿ ἀναγινώσκουσι πολλάκις ἐπιμελῶς τε προσέχουσι τὸν νοῦν εἴρηται πάντα σαφῶς, ὡς μηδεμιᾶς ἐξηγήσεως δεῖσθαι περὶ τὰς ἄχρι δεῦρο λελεγμένας.

Τοῦ δὲ θέρεος τῇ τε μάζῃ μαλακῇ τρέφεσθαι καὶ τῷ ποτῷ ὑδαρέϊ καὶ πολλῷ καὶ τοῖσιν ὄψοισι πᾶσιν ἑφθοῖσι, καὶ οὕτω δεῖ χρέεσθαι τουτέοισιν ὁκόταν τὸ θέρος ᾖ, ὅκως ψυχρὸν εἴη τὸ σῶμα καὶ μαλακόν. καὶ γὰρ ἡ ὥρη θερμή τε καὶ ξηρὴ καὶ ποιέει τὰ σώματα καυματώδεα καὶ αὐχμηρά. δεῖ οὖν τοῖσιν ἐπιτηδεύμασιν τουτέοισιν ἀλέξασθαι, κατὰ δὲ τὸν αὐτὸν λόγον, ὥσπερ ἐκ τοῦ χειμῶνος εἰς τὸ ἤρ, οὕτω καὶ ἐκ τοῦ ἦρος εἰς τὸ θέρος καταστῆσαι,

Work

Title: Galen: In Hippocratis De Salubri Victus Ratione
English: On Hippocrates' Regimen in Health
Original: Εἰς τὸ περὶ διαίτης ὑγιεινῆς τῶν ἰδιωτῶν Ἱπποκράτους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 174-223

Publisher: Cnobloch, Leipzig

Download