Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Salubri Victus Ratione (On Hippocrates' Regimen in Health)

Kühn 1828

θερμασίας διαπεφορημένης, οὐδὲ ἀνεψυγμένου τοῦ σώματος. ὅπερ ὅτι μὲν αἴτιον γίγνεται τοῦ ταχέως ἐμπιπλάσθαι σαφῶς φαίνεται· εἰ δὲ κατ᾿ ἄλλον τινὰ λόγον ὁ τοῦ βιβλίου συγγραφεὺς βούλεται λεπτύνειν αὐτὸ, τοῦθ᾿ ἡμῖν ἄδηλόν ἐστιν. ὅτι μέντοι πολλοῖς τοῦτο τῶν ἐν τοῖς σπλάγχνοις ἐμφράξεων αἴτιον ἐγένετο, καὶ μάλιστα τῶν κατὰ τὸ ἧπαρ, ἀκριβῶς οἶδα, καθάπερ γε καὶ τὰ μετὰ τροφὴν ὀξέα γυμνάσια. καὶ μέντοι καὶ τὰ λουτρὰ τοῖς στενὰς ἔχουσι, κατὰ τὸ ἧπαρ διεξόδους τῆς τροφῆς, ἐμφράξεις ἐργάζεται. λέλεκται δέ μοι περὶ τούτων ἅμα τοῖς οἰκείοις διορισμοῖς ἐν τῇ τῶν ὑγιεινῶν πραγματείᾳ. λοιπὸν δ᾿ ἃν εἴη περὶ αὐτῆς τῆς λέξεως διασκέψασθαι, καθ᾿ ἥν φησι καὶ προπεπωκότας οἶνον μὴ πάνυ ψυχρόν. ὡς γὰρ ψυχρὸν μὲν εἶναι κελεύων αὐτὸν, οὐ πάνυ δὲ ψυχρὸν, οὕτως ἐποιήσατο τὸν λόγον· οὐ πάνυ δὲ ὅλως ἀξιοῖ μετὰ τὰ γυμνάσια πίνειν οἶνον εὐθέως, ἀλλ᾿ ὕδωρ πρότερον, ὥσπερ καὶ οἱ ἀθληταὶ ποιοῦσι ταυτὶ τῇ πείρᾳ δεδιδαγμένοι. κεφαλῆς τε γάρ ἅπτεται οἶνος καὶ εἰ μετὰ τὸ βαλανεῖον εὐθέως πίνοιτο, πρότερος τῶν ἄλλων

Work

Title: Galen: In Hippocratis De Salubri Victus Ratione
English: On Hippocrates' Regimen in Health
Original: Εἰς τὸ περὶ διαίτης ὑγιεινῆς τῶν ἰδιωτῶν Ἱπποκράτους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 174-223

Publisher: Cnobloch, Leipzig

Download