Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Salubri Victus Ratione (On Hippocrates' Regimen in Health)

Kühn 1828

τῷ ἔθει, πολὺ γὰρ εἶναί μοι δοκεῖ. σύνηθες μέντοι τοῖς παλαιοῖς ἦν, εἴτε ὀῤῥῷ γάλακτος εἴτε τοιούτῳ τινὶ κατακλύσματι προείλοντο χρῆσθαι, πάμπολυ τῷ πλήθει διδόναι.

Πινέτω δὲ τὸ μὲν πρῶτον ἡσυχέστερον, ἔπειτα δὲ ἐπὶ θᾶσσον.

Ἐὰν μὲν οὖν ἐν ἀρχῇ πίῃ λάβρως, εὐθέως ἐμεῖται, πρὶν ἐκπίῃ τὸ πᾶν, ἀποῤῥύψαι τε τοὺς ἐν τῇ γαστρὶ χυμοὺς, οἷς συνεκκενοῦνται καὶ οἱ κατὰ τὰς πρώτας φλέβας. ἐὰν δὲ ἐν ἀρχῇ μὲν ἡσυχέστερον, ὕστερον δὲ πλεῖον πάντως πίῃ, οὕτω δυνήσεται χρόνῳ τε συμμέτρῳ κατασχεῖν, ὁρμήσει τε πρὸς ἔμετον ἐν καιρῷ διὰ τὸ πίνειν ἀθροώτερον ὕστερον.

Οἱ δὲ λεπτότεροι καὶ ἀσθενέστεροι ἀπὸ σιτίων ποιεέσθωσαν

Work

Title: Galen: In Hippocratis De Salubri Victus Ratione
English: On Hippocrates' Regimen in Health
Original: Εἰς τὸ περὶ διαίτης ὑγιεινῆς τῶν ἰδιωτῶν Ἱπποκράτους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 174-223

Publisher: Cnobloch, Leipzig

Download