Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Salubri Victus Ratione (On Hippocrates' Regimen in Health)

Kühn 1828

αὐτῶν ἀφαιρεῖ τοῦ μὲν γυμνασίου τὸ τρίτον μέρος, τῶν δὲ σιτίων τὸ ἥμισυ. τοσοῦτο γὰρ ἐλπίζει κρατήσειν αὐτοῦ, ὡς μηκέτι ἀπεπτεῖν τε καὶ διαῤῥοΐζεσθαι. ὀρθῶς δ᾿ ἐποίησε κᾀνταῦθα προσγράψας αὐτῶν τὸν λογισμὸν, ᾦ χρώμενος αὐτά τε ταῦτα καὶ τὰ τούτοις εἰρημένα συνεβούλευσε. γίνεται γὰρ, φησὶν, ὁ τρόπος οὗτος τῆς διαῤῥοΐης τοῖσι πυκνοσάρκοισι, ὅταν κρεηφαγεῖν ἀναγκάζωνται, δηλώσας ἐνταῦθα περὶ τῶν γυμναστικῶν εἶναι τὸν λόγον αὐτοῦ. κρεηφαγεῖν γὰρ ἀναγκάζουσι τούτους· εἶτ᾿ ἐφεξῆς φησιν, αἱ φλέβες πυκνωθεῖσαι οὐκ ἀντιλαμβάνονται τῶν σιτίων τῶν εἰσιόντων. ἀσαφῶς δὲ εἶπε τοῦτο καὶ διὰ τοῦτο ἠναγκάσθησαν ὑπολαβεῖν οἱ ἐξηγηταὶ τὸ τὰς πυκνωθείσας αὐτὸν λέγειν, ἀντὶ τοῦ σκληρὰς γινομένας καὶ δυσεπεκτάτους, ὡς μὴ παραδέχεσθαι τὴν τροφὴν καὶ σημαίνεσθαι τοῦτό φασιν, ἐκ τοῦ οὐκ ἀντιλαμβάνονται τῶν σιτίων, ἀλλὰ τοῦτό γε τὴν ἀνάδοσιν μᾶλλον, οὐ τὴν πέψιν εἴωθε βλάπτειν, ὥστε διαχωρεῖν μὲν αὐτοὺς ὑγρὰ, οὐ μὴν ἄπεπτα. προείρηται δὲ ὑπ᾿ αὐτοῦ σιτώδη καὶ ἄπεπτα τοὺς τοιούτους διαχωρεῖν. ὁπόταν δὲ προσγράψαντος αὐτοῦ τὸν λογισμὸν, ᾧ πιστεύσας συνεβούλευσεν

Work

Title: Galen: In Hippocratis De Salubri Victus Ratione
English: On Hippocrates' Regimen in Health
Original: Εἰς τὸ περὶ διαίτης ὑγιεινῆς τῶν ἰδιωτῶν Ἱπποκράτους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 174-223

Publisher: Cnobloch, Leipzig

Download