Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Salubri Victus Ratione (On Hippocrates' Regimen in Health)

Kühn 1828

ξυμφέρει, τῇ δὲ ἄλλῃ ταλαιπωρίῃ ἀναγκάζειν χρὴ αὐτῶν τὰ σώματα καὶ τὸν οἶνον ἀκρητέστερον πινόντων καὶ πλείω καὶ τοῖσι σιτίοισιν ἐλάσσοσι χρέεσθαι ὑπὸ τοῦτον τὸν χρόνον. δῆλον γὰρ δὴ ὅτι ὑπ᾿ ἀσθενείης καὶ ψυχρότητος ἡ κοιλίη οὐ δύναται τὸ πλῆθος τῶν σιτίων καταπέσσειν.

Καλῶς ἐποίησεν ἐνταῦθα προσθεὶς αὐτὸς ἐπὶ τῷ τέλει. δῆλον γὰρ δὴ ὅτι ὑπὸ ἀσθενείης καὶ ψυχρότητος ἡ κοιλία οὐ δύναται τὸ πλῆθος τῶν σιτίων καταπέσσειν. ὡς πρὸς τοῦτον γὰρ ἀποβλέπων τὸν σκοπὸν, ἐκθερμαίνειν αὐτὴν πειρᾶται. καὶ κατὰ τοῦτο καθεύδειν τε πλείω χρόνον αὐτοῖς συμβουλεύει καὶ γυμνάζεσθαι, καὶ τὸν οἶνον ἀκρατέστερον πίνειν καὶ πλείονα καὶ τοῖς σιτίοις ἐλάττοσι χρῆσθαι κατ᾿ ἐκεῖνον τὸν χρόνον, καθ᾿ ὃν ἂν ἠπεπτηκότες τυγχάνωσιν, ὡς ἄν γε τῷ λοιπῷ γυμναζόμενοί τε καὶ κινούμενοι καὶ πίνοντες τὸν οἶνον, ὡς εἰρήκαμεν, οὐδέν τι δέονται τῆς συμμέτρου ποσότητος τῶν σιτίων ἀφαιρεῖν.

Work

Title: Galen: In Hippocratis De Salubri Victus Ratione
English: On Hippocrates' Regimen in Health
Original: Εἰς τὸ περὶ διαίτης ὑγιεινῆς τῶν ἰδιωτῶν Ἱπποκράτους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 174-223

Publisher: Cnobloch, Leipzig

Download