Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Salubri Victus Ratione (On Hippocrates' Regimen in Health)

Kühn 1828

χρέεσθαι καὶ ὄψοισι πάντας τρόπους ἐσκευασμένοισι καὶ οἴνους τε πίνειν δισσοὺς ἢ τρισσούς. ὁκόσοισι δὲ μὴ ἀνεμέουσι τὰ σιτία, ἢ καὶ κοιλίας ἔχουσιν ὑγρὰς, τουτέοισι πᾶσιν ἐναντίον τουτέου τοῦ τρόπου ξυμφέρει ποιέειν.

Ἐπιτήδειον μὲν ἀνεμεῖν τὰ σιτία τοῖς ἤτοι διαῤῥύψαι βουλομένοις τὴν κοιλίαν, ἢ κένωσιν μετρίαν ποιήσασθαι τοῦ παντός. ἀξιοῖ δὲ τούτους ἐσθίειν τε πολλάκις καὶ ποικίλα καὶ οἴνους πλείονας πίνειν. ἔμπαλιν δὲ τοὺς μήτε ἐμεῖν βουλομένους, ὑγροτέρας τε τοῦ προσήκοντος ἔχοντας κοιλίας, ὡς ἐπισχέσεως δεῖσθαι, μήτε πολλάκις ἐσθίειν, μήτε πολυειδῆ σιτία τε καὶ οἴνους προσφέρεσθαι. τὸ μὲν γὰρ ἅπαξ φαγεῖν ἕν τι μονοειδὲς ἔνα τε πίνειν οἶνον εἰς τὸ κατασχεῖν αὐτὰ τὴν γαστέρα τε καὶ πέψαι συντελεῖ, τὰ δὲ ἐναντία πεφθῆναί τε δυσχερέστερα καὶ μεῖναι κατὰ τὴν γαστέρα. παρὰ δὲ τὴν ποιότητα τῶν προσενηνεγμένων καὶ 

Work

Title: Galen: In Hippocratis De Salubri Victus Ratione
English: On Hippocrates' Regimen in Health
Original: Εἰς τὸ περὶ διαίτης ὑγιεινῆς τῶν ἰδιωτῶν Ἱπποκράτους

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 174-223

Publisher: Cnobloch, Leipzig

Download