Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

* * Καὶ γὰρ τό γε αὐξάνεσθαί τε καὶ τρέφεσθαι φύσεως ἔργα εἶναι ἀποδέδεικται. τὰ δὲ οὐχ οἷά τε ποιεῖσθαι, ἐὰν τὸ σῶμα κατὰ μηδὲν ἐξαλλάττηται τῶν προϋπαρχόντων αὐτῷ. ἀνάγκη γὰρ τὸ σῶμα πᾶν κινεῖσθαι, εἴπερ αὔξησιν, ἢ μείωσιν λαμβάνει. αὗται δὲ αἱ κινήσεις κατὰ τὸ ποσόν ὡς ἐὰν λευκὸν ὑπάρχον μελαίνοιτο καὶ εἰ μέλαν λευκαίνοιτο, κατὰ ποιότητα, ἤγουν κατὰ τὸ χρῶμα κινεῖσθαί φαμεν. οὕτω δὲ καὶ εἰ ἐκ τοῦ θερμοτέρου ψυχρότερον γένοιτο, ἢ ἀνάπαλιν, καὶ εἰ ἐκ ξηροῦ ὑγρὸν, ἢ ἐξ ὑγροῦ ξηρὸν, ἀλλοιοῦσθαι λέγεται. ἀλλὰ καὶ εἰ τόπον μεταλλάττον τύχῃ, κινεῖσθαι λεχθήσεται. ὃ δὲ αὐτὸς λέγει, ἴσμεν γενέσθαι ὅταν ἐξ ἐλάττονός τι μεῖζον, ἢ ἐκ μείζονος ἔλαττον γένηται καὶ τὸ οἰκεῖον εἶδος αὐτοῦ σώζῃ. περὶ δὲ τῆς γενέσεως καὶ φθορᾶς καὶ ὅτι ἡ γένεσίς ἐστιν εἰς οὐσίαν ἀγωγὴ, φθορὰ δὲ ἡ ἐναντία, τί χρὴ λέγειν, μάλιστα μὲν περὶ τούτων ἤδη πάλαι εἰρηκότων καλῶς τῶν πολλῶν φιλοσόφων καὶ αὐτὰ τῆς κινήσεως εἴδη πάντα παραδεδωκότων. * * * χρῆται γὰρ ταῖς τέτταρσι καὶ ἐξ αὐτῶν τὰ στοιχεῖα γίγνεσθαι

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]